3.29 Ὡς δὲ ἤγαγον τὸν Ἆπιν οἱ ἱρέες , Καμβύσης , οἷα ἐὼν ὑπομαργότερος , σπασάμενος τὸ ἐγχειρίδιον , θέλων τύψαι τὴν γαστέρα τοῦ Ἄπιος παίει τὸν μηρόν · γελάσας δὲ εἶπε πρὸς τοὺς ἱρέας · ʹ κακαὶ κεφαλαί , τοιοῦτοι θεοὶ γίνονται , ἔναιμοί τε καὶ σαρκώδεες καὶ ἐπαΐοντες σιδηρίων ; Ἄξιος μέν γε Αἰγυπτίων οὗτός γε θεός · ἀτάρ τοι ὑμεῖς γε οὐ χαίροντες γέλωτα ἐμὲ θήσεσθε . ʹ Ταῦτα εἴπας ἐνετείλατο τοῖσι ταῦτα πρήσσουσι τοὺς μὲν ἱρέας ἀπομαστιγῶσαι , Αἰγυπτίων δὲ τῶν ἄλλων τὸν ἂν λάβωσι ὁρτάζοντα κτείνειν . ὁρτὴ μὲν δὴ διελέλυτο Αἰγυπτίοισι , οἱ δὲ ἱρέες ἐδικαιοῦντο , δὲ Ἆπις πεπληγμένος τὸν μηρὸν ἔφθινε ἐν τῷ ἱρῷ κατακείμενος · καὶ τὸν μὲν τελευτήσαντα ἐκ τοῦ τρώματος ἔθαψαν οἱ ἱρέες λάθρῃ Καμβύσεω . ʹ