3.28 Ἀποκτείνας δὲ τούτους , δεύτερα τοὺς ἱρέας ἐκάλεε ἐς ὄψιν . Λεγόντων δὲ κατὰ ταὐτὰ τῶν ἱρέων , οὐ λήσειν ἔφη αὐτὸν εἰ θεός τις χειροήθης ἀπιγμένος εἴη Αἰγυπτίοισι · τοσαῦτα δὲ εἴπας ἄγειν ἐκέλευε τὸν Ἆπιν τοὺς ἱρέας . Οἱ μὲν δὴ μετήισαν ἄξοντες . δὲ Ἆπις οὗτος Ἔπαφος γίνεται μόσχος ἐκ βοὸς ἥτις οὐκέτι οἵη τε γίνεται ἐς γαστέρα ἄλλον βάλλεσθαι γόνον · Αἰγύπτιοι δὲ λέγουσι σέλας ἐπὶ τὴν βοῦν ἐκ τοῦ οὐρανοῦ κατίσχειν καί μιν ἐκ τούτου τίκτειν τὸν Ἆπιν . Ἔχει δὲ μόσχος οὗτος Ἆπις καλεόμενος σημήια τοιάδε , ἐὼν μέλας ἐπὶ μὲν τῷ μετώπῳ λευκόν τι τρίγωνον , ἐπὶ δὲ τοῦ νώτου αἰετὸν εἰκασμένον , ἐν δὲ τῇ οὐρῇ τὰς τρίχας διπλάς , ὑπὸ δὲ τῇ γλώσσῃ κάνθαρον .