3.27 Ἀπιγμένου δὲ Καμβύσεω ἐς Μέμφιν ἐφάνη Αἰγυπτίοισι Ἆπις , τὸν Ἕλληνες Ἔπαφον καλέουσι · ἐπιφανέος δὲ τούτου γενομένου αὐτίκα οἱ Αἰγύπτιοι εἵματά τε ἐφόρεον τὰ κάλλιστα καὶ ἦσαν ἐν θαλίῃσι . Ἰδὼν δὲ ταῦτα τότε τοὺς Αἰγυπτίους ποιεῦντας Καμβύσης , πάγχυ σφέας καταδόξας ἑωυτοῦ κακῶς πρήξαντος χαρμόσυνα ταῦτα ποιέειν , ἐκάλεε τοὺς ἐπιτρόπους τῆς Μέμφιος · ἀπικομένους δὲ ἐς ὄψιν εἴρετο τι πρότερον μὲν ἐόντος αὐτοῦ ἐν Μέμφι ἐποίευν τοιοῦτο οὐδὲν Αἰγύπτιοι , τότε δὲ ἐπεὶ αὖτις παρείη τῆς στρατιῆς πλῆθός τι ἀποβαλών . Οἱ δὲ ἔφραζον ὥς σφι θεὸς εἴη φανεὶς διὰ χρόνου πολλοῦ ἐωθὼς ἐπιφαίνεσθαι καὶ ὡς , ἐπεὰν φανῇ , τότε πάντες Αἰγύπτιοι κεχαρηκότες ὁρτάζοιεν . Ταῦτα ἀκούσας Καμβύσης ἔφη ψεύδεσθαί σφεας καὶ ὡς ψευδομένους θανάτῳ ἐζημίου .