3.24 Μετὰ δὲ ταύτην τελευταίας ἐθεήσαντο τὰς θήκας αὐτῶν , αἳ λέγονται σκευάζεσθαι ἐξ ὑάλου τρόπῳ τοιῷδε . Ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι , εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως , γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι , ἐξομοιοῦντες τὸ εἶδος ἐς τὸ δυνατόν , ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑάλου πεποιημένην κοίλην δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται . Ἐν μέσῃ δὲ τῇ στήλῃ ἐνεὼν διαφαίνεται νέκυς , οὔτε ὀδμὴν οὐδεμίαν ἄχαριν παρεχόμενος οὔτε ἄλλο ἀεικὲς οὐδέν · καὶ ἔχει πάντα φανερὰ ὁμοίως αὐτῷ τῷ νέκυϊ . Ἐνιαυτὸν μὲν δὴ ἔχουσι τὴν στήλην ἐν τοῖσι οἰκίοισι οἱ μάλιστα προσήκοντες πάντων τε ἀπαρχόμενοι καὶ θυσίας οἱ προσάγοντες · μετὰ δὲ ταῦτα ἐκκομίσαντες ἱστᾶσι περὶ τὴν πόλιν . ʹ