3.23 Ἀντειρομένων δὲ τὸν βασιλέα τῶν Ἰχθυοφάγων τῆς ζόης καὶ τῆς διαίτης πέρι , εἶπε ἔτεα μὲν ἐς εἴκοσί τε καὶ ἑκατὸν τοὺς πολλοὺς αὐτῶν ἀπικνέεσθαι , ὑπερβάλλειν δέ τινας καὶ ταῦτα , σίτησιν δὲ εἶναι κρέα ἑφθὰ καὶ πόμα γάλα . Θῶμα δὲ ποιευμένων τῶν κατασκόπων περὶ τῶν ἐτέων ἐπὶ κρήνην σφι ἡγήσασθαι , ἀπ’ ἧς λουόμενοι λιπαρώτεροι ἐγίνοντο , κατά περ εἰ ἐλαίου εἴη · ὄζειν δὲ ἀπ’ αὐτῆς ὡς εἰ ἴων . Ἀσθενὲς δὲ τὸ ὕδωρ τῆς κρήνης ταύτης οὕτω δή τι ἔλεγον εἶναι οἱ κατάσκοποι ὥστε μηδὲν οἷόν τ’ εἶναι ἐπ’ αὐτοῦ ἐπιπλέειν , μήτε ξύλον μήτε τῶν ὅσα ξύλου ἐστὶ ἐλαφρότερα , ἀλλὰ πάντα σφέα χωρέειν ἐς βυσσόν . Τὸ δὲ ὕδωρ τοῦτο εἴ σφί ἐστι ἀληθέως οἷόν τι λέγεται , διὰ τοῦτο ἂν εἶεν , τούτῳ τὰ πάντα χρεώμενοι , μακρόβιοι . Ἀπὸ τῆς κρήνης δὲ ἀπαλλασσομένων ἀγαγεῖν σφέας ἐς δεσμωτήριον ἀνδρῶν , ἔνθα τοὺς πάντας ἐν πέδῃσι χρυσέῃσι δεδέσθαι · ἔστι δὲ ἐν τούτοισι τοῖσι Αἰθίοψι πάντων χαλκὸς σπανιώτατον καὶ τιμιώτατον . Θεησάμενοι δὲ καὶ τὸ δεσμωτήριον ἐθεήσαντο καὶ τὴν τοῦ Ἡλίου λεγομένην τράπεζαν .