3.25 Θεησάμενοι δὲ τὰ πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω . Ἀπαγγειλάντων δὲ ταῦτα τούτων αὐτίκα Καμβύσης ὀργὴν ποιησάμενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας , οὔτε παρασκευὴν σίτου οὐδεμίαν παραγγείλας , οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι · οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης , ὡς ἤκουσε τῶν Ἰχθυοφάγων , ἐστρατεύετο , Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ ταύτῃ τάξας ὑπομένειν , τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος . Ἐπείτε δὲ πορευόμενος ἐγένετο ἐν Θήβῃσι , ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας , καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι , αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας . Πρὶν δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν , αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε , μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα . Εἰ μέν νυν μαθὼν ταῦτα Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν , ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός · νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω . Οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν , ποιηφαγέοντες διέζωον · ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο , δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο · ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον . Πυθόμενος δὲ ταῦτα Καμβύσης , δείσας τὴν ἀλληλοφαγίην , ἀπεὶς τὸν ἐπ’ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο , καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ . Ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν .