3.22 ʹ Ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε τοῖσι ἥκουσι . Λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα τι εἴη καὶ ὅκως πεποιημένον · εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείην περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς , δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι , δολερὰ δὲ αὐτῶν τὰ εἵματα . Δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα , τὸν στρεπτὸν τὸν περιαυχένιον καὶ τὰ ψέλια · ἐξηγεομένων δὲ τῶν Ἰχθυοφάγων τὸν κόσμον αὐτοῦ γελάσας βασιλεὺς καὶ νομίσας εἶναί σφεα πέδας εἶπε ὡς παρ’ ἑωυτοῖσί εἰσι ῥωμαλεώτεραι τουτέων πέδαι . Τρίτον δὲ εἰρώτα τὸ μύρον · εἰπόντων δὲ τῆς ποιήσιος πέρι καὶ ἀλείψιος , τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος εἶπε . Ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν , ὑπερησθεὶς τῷ πόματι ἐπείρετο τι τε σιτέεται βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης ζώει . Οἱ δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον , ἐξηγησάμενοι τῶν πυρῶν τὴν φύσιν , ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα ἀνδρὶ μακρότατον προκεῖσθαι . Πρὸς ταῦτα Αἰθίοψ ἔφη οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι · οὐδὲ γὰρ ἂν τοσαῦτα δύνασθαι ζώειν σφέας , εἰ μὴ τῷ πόματι ἀνέφερον , φράζων τοῖσι Ἰχθυοφάγοισι τὸν οἶνον · τοῦτο γὰρ ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι .