3.21 Ἐς τούτους δὴ ὦν τοὺς ἄνδρας ὡς ἀπίκοντο οἱ Ἰχθυοφάγοι , διδόντες τὰ δῶρα τῷ βασιλέϊ αὐτῶν ἔλεγον τάδε · ʹ Βασιλεὺς Περσέων Καμβύσης , βουλόμενος φίλος καὶ ξεῖνός τοι γενέσθαι , ἡμέας τε ἀπέπεμψε ἐς λόγους τοι ἐλθεῖν κελεύων καὶ δῶρα ταῦτά τοι διδοῖ τοῖσι καὶ αὐτὸς μάλιστα ἥδεται χρεώμενος . ʹ δὲ Αἰθίοψ μαθὼν ὅτι κατόπται ἥκοιεν , λέγει πρὸς αὐτοὺς τοιάδε · ʹ Οὔτε Περσέων βασιλεὺς δῶρα ὑμέας ἔπεμψε φέροντας προτιμῶν πολλοῦ ἐμοὶ ξεῖνος γενέσθαι , οὔτε ὑμεῖς λέγετε ἀληθέα ἥκετε γὰρ κατόπται τῆς ἐμῆς ἀρχῆς οὔτε ἐκεῖνος ἀνήρ ἐστι δίκαιος . Εἰ γὰρ ἦν δίκαιος , οὔτ’ ἂν ἐπεθύμησε χώρης ἄλλης τῆς ἑωυτοῦ , οὔτ’ ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγε ὑπ’ ὧν μηδὲν ἠδίκηται . Νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπεα λέγετε · ʹ Βασιλεὺς Αἰθιόπων συμβου ʹ λεύει τῷ Περσέων βασιλέϊ , ἐπεὰν οὕτω εὐπετέως ἕλκωσι ʹ τὰ τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα , τότε ἐπ’ ʹ Αἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον στρα ʹ τεύεσθαι , μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν , οἳ οὐκ ʹ ἐπὶ νόον τρέπουσι Αἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾶσθαι ʹ τῇ ἑωυτῶν .