3.16 Καμβύσης δὲ ἐκ Μέμφιος ἀπίκετο ἐς Σάϊν πόλιν , βουλόμενος ποιῆσαι τὰ δὴ καὶ ἐποίησε . Ἐπείτε γὰρ ἐσῆλθε ἐς τὰ τοῦ Ἀμάσιος οἰκία , αὐτίκα ἐκέλευε ἐκ τῆς ταφῆς τὸν Ἀμάσιος νέκυν ἐκφέρειν ἔξω · ὡς δὲ ταῦτά οἱ ἐπιτελέα ἐγένετο , μαστιγοῦν τὸν νέκυν ἐκέλευε καὶ τὰς τρίχας ἀποτίλλειν καὶ κεντροῦν τε καὶ τἆλλα πάντα λυμαίνεσθαι . Ἐπείτε δὲ καὶ ταῦτα ἔκαμον ποιεῦντες γὰρ δὴ νεκρὸς ἅτε τεταριχευμένος ἀντεῖχέ τε καὶ οὐδὲν διεχέετο , ἐκέλευσέ μιν Καμβύσης κατακαῦσαι , ἐντελλόμενος οὐκ ὅσια · Πέρσαι γὰρ θεὸν νομίζουσι εἶναι τὸ πῦρ . Τὸ ὦν κατακαίειν τοὺς νεκροὺς οὐδαμῶς ἐν νόμῳ οὐδετέροισί ἐστι , Πέρσῃσι μὲν δι’ περ εἴρηται , θεῷ οὐ δίκαιον εἶναι λέγοντες νέμειν νεκρὸν ἀνθρώπου · Αἰγυπτίοισι δὲ νενόμισται τὸ πῦρ θηρίον εἶναι ἔμψυχον , πάντα δὲ αὐτὸ κατεσθίειν τά περ ἂν λάβῃ , πλησθὲν δὲ αὐτὸ τῆς βορῆς συναποθνῄσκειν τῷ κατεσθιομένῳ · οὐκ ὦν θηρίοισι νόμος οὐδαμῶς σφί ἐστι τὸν νέκυν διδόναι · καὶ διὰ ταῦτα ταριχεύουσι , ἵνα μὴ κείμενος ὑπὸ εὐλέων καταβρωθῇ . Οὕτω δὴ οὐδετέροισι νομιζόμενα ἐνετέλλετο ποιέειν Καμβύσης . Ὡς μέντοι Αἰγύπτιοι λέγουσι , οὐκ Ἄμασις ἦν ταῦτα παθών , ἀλλὰ ἄλλος τις τῶν Αἰγυπτίων ἔχων τὴν αὐτὴν ἡλικίην Ἀμάσι , τῷ λυμαινόμενοι Πέρσαι ἐδόκεον Ἀμάσι λυμαίνεσθαι . Λέγουσι γὰρ ὡς πυθόμενος ἐκ μαντηίου Ἄμασις τὰ περὶ ἑωυτὸν ἀποθανόντα μέλλοντα γίνεσθαι , οὕτω δὴ ἀκεόμενος τὰ ἐπιφερόμενα τὸν μὲν ἄνθρωπον τοῦτον τὸν μαστιγωθέντα ἀποθανόντα ἔθαψε ἐπὶ τῇσι θύρῃσι ἐντὸς τῆς ἑωυτοῦ θήκης , ἑωυτὸν δὲ ἐνετείλατο τῷ παιδὶ ἐν μυχῷ τῆς θήκης ὡς μάλιστα θεῖναι . Αἱ μέν νυν ἐκ τοῦ Ἀμάσιος ἐντολαὶ αὗται αἱ ἐς τὴν ταφήν τε καὶ τὸν ἄνθρωπον ἔχουσαι οὔ μοι δοκέουσι ἀρχὴν γενέσθαι , ἄλλως δ’ αὐτὰ Αἰγύπτιοι σεμνοῦν .