3.15 Τὸν μὲν δὴ παῖδα εὗρον οἱ μετιόντες οὐκέτι περιεόντα ἀλλὰ πρῶτον κατακοπέντα , αὐτὸν δὲ Ψαμμήνιτον ἀναστήσαντες ἦγον παρὰ Καμβύσην · ἔνθα τοῦ λοιποῦ διαιτᾶτο ἔχων οὐδὲν βίαιον . Εἰ δὲ καὶ ἠπιστήθη μὴ πολυπρηγμονέειν , ἀπέλαβε ἂν Αἴγυπτον ὥστε ἐπιτροπεύειν αὐτῆς , ἐπεὶ τιμᾶν ἐώθασι Πέρσαι τῶν βασιλέων τοὺς παῖδας · τῶν , εἰ καί σφεων ἀποστέωσι , ὅμως τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν . Πολλοῖσι μέν νυν καὶ ἄλλοισι ἔστι σταθμώσασθαι ὅτι τοῦτο οὕτω νενομίκασι ποιέειν , ἐν δὲ καὶ τῷ τε Ἰνάρω τοῦ Λίβυος παιδὶ Θαννύρᾳ , ὃς ἀπέλαβε τήν οἱ πατὴρ εἶχε ἀρχήν , καὶ τῷ Ἀμυρταίου Παυσίρι · καὶ γὰρ οὗτος ἀπέλαβε τὴν τοῦ πατρὸς ἀρχήν · καίτοι Ἰνάρω γε καὶ Ἀμυρταίου οὐδαμοί κω Πέρσας κακὰ πλέω ἐργάσαντο . Νῦν δὲ μηχανώμενος κακὰ Ψαμμήνιτος ἔλαβε τὸν μισθόν · ἀπιστὰς γὰρ Αἰγυπτίους ἥλω , ἐπείτε δὲ ἐπάϊστος ἐγένετο ὑπὸ Καμβύσεω , αἷμα ταύρου πιὼν ἀπέθανε παραχρῆμα . Οὕτω δὴ οὗτος ἐτελεύτησε . ʹ