3.17 Μετὰ δὲ ταῦτα Καμβύσης ἐβουλεύσατο τριφασίας στρατηίας , ἐπί τε Καρχηδονίους καὶ ἐπὶ Ἀμμωνίους καὶ ἐπὶ τοὺς μακροβίους Αἰθίοπας , οἰκημένους δὲ Λιβύης ἐπὶ τῇ νοτίῃ θαλάσσῃ . Βουλευομένῳ δέ οἱ ἔδοξε ἐπὶ μὲν Καρχηδονίους τὸν ναυτικὸν στρατὸν ἀποστέλλειν , ἐπὶ δὲ Ἀμμωνίους τοῦ πεζοῦ ἀποκρίναντα , ἐπὶ δὲ τοὺς Αἰθίοπας κατόπτας πρῶτον , ὀψομένους τε τὴν ἐν τούτοισι τοῖσι Αἰθίοψι λεγομένην εἶναι Ἡλίου τράπεζαν εἰ ἔστι ἀληθέως , καὶ πρὸς ταύτῃ τὰ ἄλλα κατοψομένους , δῶρα δὲ τῷ λόγῳ φέροντας τῷ βασιλέϊ αὐτῶν .
3.18 δὲ τράπεζα τοῦ Ἡλίου τοιήδε τις λέγεται εἶναι . Λειμών ἐστι ἐν τῷ προαστείῳ ἐπίπλεος κρεῶν ἑφθῶν πάντων τῶν τετραπόδων , ἐς τὸν τὰς μὲν νύκτας ἐπιτηδεύοντας τιθέναι τὰ κρέα τοὺς ἐν τέλεϊ ἑκάστοτε ἐόντας τῶν ἀστῶν , τὰς δὲ ἡμέρας δαίνυσθαι προσιόντα τὸν βουλόμενον · φάναι δὲ τοὺς ἐπιχωρίους ταῦτα τὴν γῆν αὐτὴν ἀναδιδόναι ἑκάστοτε . μὲν δὴ τράπεζα τοῦ Ἡλίου καλεομένη λέγεται εἶναι τοιήδε .