3.14 Ἡμέρῃ δὲ δεκάτῃ ἀπ’ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης , κατίσας ἐς τὸ προάστειον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Αἰγυπτίων Ψαμμήνιτον , βασιλεύσαντα μῆνας ἕξ , τοῦτον κατίσας σὺν ἄλλοισι Αἰγυπτίοισι διεπειρᾶτο αὐτοῦ τῆς ψυχῆς ποιέων τοιάδε . Στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε ἐπ’ ὕδωρ ἔχουσαν ὑδρήιον , συνέπεμπε δὲ καὶ ἄλλας παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων , ὁμοίως ἐσταλμένας τῇ τοῦ βασιλέος . Ὡς δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι παρὰ τοὺς πατέρας , οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ ἀντέκλαιον ὁρῶντες τὰ τέκνα κεκακωμένα , δὲ Ψαμμήνιτος προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν . Παρελθουσέων δὲ τῶν ὑδροφόρων , δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετ’ ἄλλων Αἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων , τούς τε αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους . Ἤγοντο δὲ ποινὴν τείσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι ἀπολομένοισι σὺν τῇ νηί · ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι δικασταί , ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Αἰγυπτίων τῶν πρώτων ἀνταπόλλυσθαι . δὲ ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα ἡγεόμενον ἐπὶ θάνατον , τῶν ἄλλων Αἰγυπτίων τῶν περικατημένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων , τὠυτὸ ἐποίησε τὸ καὶ ἐπὶ τῇ θυγατρί . Παρελθόντων δὲ καὶ τούτων συνήνεικε ὥστε τῶν συμποτέων οἱ ἄνδρα ἀπηλικέστερον , ἐκπεπτωκότα ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ προσαιτέοντα τὴν στρατιήν , παριέναι Ψαμμήνιτόν τε τὸν Ἀμάσιος καὶ τοὺς ἐν τῷ προαστείῳ κατημένους Αἰγυπτίων . δὲ Ψαμμήνιτος ὡς εἶδε , ἀνακλαύσας μέγα καὶ καλέσας ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν . Ἦσαν δ’ ἄρα αὐτοῦ φύλακοι , οἳ τὸ ποιεύμενον πᾶν ἐξ ἐκείνου ἐπ’ ἑκάστῃ ἐξόδῳ Καμβύσῃ ἐσήμαινον . Θωμάσας δὲ Καμβύσης τὰ ποιεύμενα πέμψας ἄγγελον εἰρώτα αὐτὸν λέγων τάδε · ʹ Δεσπότης σε Καμβύσης , Ψαμμήνιτε , εἰρωτᾷ δι’ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀνέκλαυσας , τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα , ὡς ἄλλων πυνθάνεται , ἐτίμησας . ʹ μὲν δὴ ταῦτα ἐπειρώτα , δ’ ἀμείβετο τοῖσδε · ʹ παῖ Κύρου , τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ὥστε ἀνακλαίειν , τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων , ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ . ʹ Καὶ ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν εὖ δοκέειν σφι εἰρῆσθαι · ὡς δὲ λέγεται ὑπ’ Αἰγυπτίων , δακρύειν μὲν Κροῖσον ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπ’ Αἴγυπτον , δακρύειν δὲ Περσέων τοὺς παρεόντας , αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτόν τινα καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σῴζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρ’ ἑωυτόν .