3.13 Οἱ δὲ Αἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο , ἔφευγον οὐδενὶ κόσμῳ . Κατειληθέντων δὲ ἐς Μέμφιν ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην , ἐς ὁμολογίην προκαλεόμενος Αἰγυπτίους · οἱ δὲ ἐπείτε τὴν νέα εἶδον ἐσελθοῦσαν ἐς τὴν Μέμφιν , ἐκχυθέντες ἁλέες ἐκ τοῦ τείχεος τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεοργηδὸν διασπάσαντες ἐφόρεον ἐς τὸ τεῖχος . Καὶ Αἰγύπτιοι μὲν μετὰ τοῦτο πολιορκεόμενοι χρόνῳ παρέστησαν . Οἱ δὲ προσεχέες Λίβυες δείσαντες τὰ περὶ τὴν Αἴγυπτον γεγονότα παρέδοσαν σφέας αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον . Ὣς δὲ Κυρηναῖοι καὶ Βαρκαῖοι , δείσαντες ὁμοίως καὶ οἱ Λίβυες , ἕτερα τοιαῦτα ἐποίησαν . Καμβύσης δὲ τὰ μὲν παρὰ Λιβύων ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο , τὰ δὲ παρὰ Κυρηναίων ἀπικόμενα μεμφθείς , ὡς ἐμοὶ δοκέει , ὅτι ἦν ὀλίγα ἔπεμψαν γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι , ταύτας δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ .