3.12 Θῶμα δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων . Τῶν γὰρ ὀστέων κεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτῃ πεσόντων χωρὶς μὲν γὰρ τῶν Περσέων κεῖται τὰ ὀστέα , ὡς ἐχωρίσθη κατ’ ἀρχάς , ἑτέρωθι δὲ τὰ τῶν Αἰγυπτίων , αἱ μὲν τῶν Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε , εἰ θέλεις ψήφῳ μούνῃ βαλεῖν , διατετρανέεις , αἱ δὲ τῶν Αἰγυπτίων οὕτω δή τι ἰσχυραί , μόγις ἂν λίθῳ παίσας διαρρήξειας . Αἴτιον δὲ τούτου τόδε ἔλεγον , καὶ ἐμέ γε εὐπετέως ἔπειθον , ὅτι Αἰγύπτιοι μὲν αὐτίκα ἀπὸ παιδίων ἀρξάμενοι ξυροῦνται τὰς κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον . Τὠυτὸ δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιόν ἐστι · Αἰγυπτίων γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων . Τούτοισι μὲν δὴ τοῦτό ἐστι αἴτιον ἰσχυρὰς φορέειν τὰς κεφαλάς , τοῖσι δὲ Πέρσῃσι , ὅτι ἀσθενέας φορέουσι τὰς κεφαλάς , αἴτιον τόδε · σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας φορέοντες . Ταῦτα μέν νυν τοιαῦτα ἐόντα εἶδον · εἶδον δὲ καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι ἐπὶ τῶν ἅμα Ἀχαιμένεϊ τῷ Δαρείου διαφθαρέντων ὑπὸ Ἰνάρω τοῦ Λίβυος .