3.10 Ἐν δὲ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ Νείλου ἐστρατοπεδεύετο Ψαμμήνιτος Ἀμάσιος παῖς , ὑπομένων Καμβύσην . Ἄμασιν γὰρ οὐ κατέλαβε ζώοντα Καμβύσης ἐλάσας ἐπ’ Αἴγυπτον , ἀλλὰ βασιλεύσας Ἄμασις τέσσερα καὶ τεσσεράκοντα ἔτεα ἀπέθανε , ἐν τοῖσι οὐδέν οἱ μέγα ἀνάρσιον πρῆγμα συνηνείχθη · ἀποθανὼν δὲ καὶ ταριχευθεὶς ἐτάφη ἐν τῇσι ταφῇσι τῇσι ἐν τῷ ἱρῷ , τὰς αὐτὸς οἰκοδομήσατο . Ἐπὶ Ψαμμηνίτου δὲ τοῦ Ἀμάσιος βασιλεύοντος Αἰγύπτου φάσμα Αἰγυπτίοισι μέγιστον δὴ ἐγένετο · ὕσθησαν γὰρ Θῆβαι αἱ Αἰγύπτιαι , οὔτε πρότερον οὐδαμὰ ὑσθεῖσαι οὔτε ὕστερον τὸ μέχρις ἐμέο , ὡς λέγουσι αὐτοὶ Θηβαῖοι . Οὐ γὰρ δὴ ὕεται τὰ ἄνω τῆς Αἰγύπτου τὸ παράπαν · ἀλλὰ καὶ τότε ὕσθησαν αἱ Θῆβαι ψακάδι .
3.11 Οἱ δὲ Πέρσαι ἐπείτε διεξελάσαντες τὴν ἄνυδρον ἵζοντο πέλας τῶν Αἰγυπτίων ὡς συμβαλέοντες , ἐνθαῦτα οἱ ἐπίκουροι οἱ τοῦ Αἰγυπτίου , ἐόντες ἄνδρες Ἕλληνές τε καὶ Κᾶρες , μεμφόμενοι τῷ Φάνῃ ὅτι στρατὸν ἤγαγε ἐπ’ Αἴγυπτον ἀλλόθροον , μηχανῶνται πρῆγμα ἐς αὐτὸν τοιόνδε . Ἦσαν τῷ Φάνῃ παῖδες ἐν Αἰγύπτῳ καταλελειμμένοι · τούτους ἀγαγόντες ἐς τὸ στρατόπεδον καὶ ἐς ὄψιν τοῦ πατρὸς κρητῆρα ἐν μέσῳ ἔστησαν ἀμφοτέρων τῶν στρατοπέδων , μετὰ δὲ ἀγινέοντες κατὰ ἕνα ἕκαστον τῶν παίδων ἔσφαζον ἐς τὸν κρητῆρα · διὰ πάντων δὲ διεξελθόντες τῶν παίδων οἶνόν τε καὶ ὕδωρ ἐσεφόρεον ἐς αὐτόν , ἐμπιόντες δὲ τοῦ αἵματος πάντες οἱ ἐπίκουροι οὕτω δὴ συνέβαλον . Μάχης δὲ γενομένης καρτερῆς καὶ πεσόντων ἐξ ἀμφοτέρων τῶν στρατοπέδων πλήθεϊ πολλῶν ἐτράποντο οἱ Αἰγύπτιοι .