3.9 Ἐπεὶ ὦν τὴν πίστιν τοῖσι ἀγγέλοισι τοῖσι παρὰ Καμβύσεω ἀπιγμένοισι ἐποιήσατο Ἀράβιος , ἐμηχανᾶτο τοιάδε · ἀσκοὺς καμήλων πλήσας ὕδατος ἐπέσαξε ἐπὶ τὰς ζωὰς τῶν καμήλων πάσας , τοῦτο δὲ ποιήσας ἤλασε ἐς τὴν ἄνυδρον καὶ ὑπέμενε ἐνθαῦτα τὸν Καμβύσεω στρατόν . Οὗτος μὲν πιθανώτερος τῶν λόγων εἴρηται , δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν , ἐπεί γε δὴ λέγεται , ῥηθῆναι . Ποταμός ἐστι μέγας ἐν τῇ Ἀραβίῃ τῷ οὔνομα Κόρυς , ἐκδιδοῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν . Ἀπὸ τούτου δὴ ὦν τοῦ ποταμοῦ λέγεται τὸν βασιλέα τῶν Ἀραβίων , ῥαψάμενον ὠμοβοέων καὶ ἄλλων δερμάτων ὀχετὸν μήκεϊ ἐξικνεόμενον ἐς τὴν ἄνυδρον , ἀγαγεῖν διὰ δὴ τούτων τὸ ὕδωρ , ἐν δὲ τῇ ἀνύδρῳ μεγάλας δεξαμενὰς ὀρύξασθαι , ἵνα δεκόμεναι τὸ ὕδωρ σῴζωσι ὁδὸς δ’ ἐστὶ δυώδεκα ἡμερέων ἀπὸ τοῦ ποταμοῦ ἐς ταύτην τὴν ἄνυδρον · ἀγαγεῖν δέ μιν δι’ ὀχετῶν τριῶν ἐς τριξὰ χωρία .