3.7 Οὕτω μέν νυν Πέρσαι εἰσὶ οἱ τὴν ἐσβολὴν ταύτην παρασκευάσαντες ἐς Αἴγυπτον , κατὰ δὴ τὰ εἰρημένα σάξαντες ὕδατι , ἐπείτε τάχιστα παρέλαβον Αἴγυπτον . Τότε δὲ οὐκ ἐόντος κω ὕδατος ἑτοίμου , Καμβύσης πυθόμενος τοῦ Ἁλικαρνησσέος ξείνου , πέμψας παρὰ τὸν Ἀραβίων βασιλέα ἀγγέλους καὶ δεηθεὶς τῆς ἀσφαλείης ἔτυχε , πίστις δούς τε καὶ δεξάμενος παρ’ αὐτοῦ .
3.8 Σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα . Ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε . Τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνὴρ ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεὼς λίθῳ ὀξέϊ τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις , καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά , τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην . Ἐπιτελέσαντος δὲ τούτου ταῦτα τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον καὶ τὸν ἀστόν , ἢν πρὸς ἀστὸν ποιῆται , οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιοῦσι σέβεσθαι . Διόνυσον δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι , καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαί φασι κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι · κείρονται δὲ περιτρόχαλα , ὑποξυροῦντες τοὺς κροτάφους . Ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ , τὴν δὲ Οὐρανίην Ἀλιλάτ . ʹ