3.5 Μούνῃ δὲ ταύτῃ εἰσὶ φανεραὶ ἐσβολαὶ ἐς Αἴγυπτον . Ἀπὸ γὰρ Φοινίκης μέχρις οὔρων τῶν Καδύτιος πόλιος γῆ ἐστι Συρίων τῶν Παλαιστίνων καλεομένων · ἀπὸ δὲ Καδύτιος ἐούσης πόλιος , ὡς ἐμοὶ δοκέει , Σαρδίων οὐ πολλῷ ἐλάσσονος , ἀπὸ ταύτης τὰ ἐμπόρια τὰ ἐπὶ θαλάσσης μέχρις Ἰηνύσου πόλιός ἐστι τοῦ Ἀραβίου · ἀπὸ δὲ Ἰηνύσου αὖτις Συρίων μέχρι Σερβωνίδος λίμνης , παρ’ ἣν δὴ τὸ Κάσιον ὄρος τείνει ἐς θάλασσαν · ἀπὸ δὲ Σερβωνίδος λίμνης , ἐν τῇ δὴ λόγος τὸν Τυφῶ κεκρύφθαι , ἀπὸ ταύτης ἤδη Αἴγυπτος . Τὸ δὴ μεταξὺ Ἰηνύσου πόλιος καὶ Κασίου τε ὄρεος καὶ τῆς Σερβωνίδος λίμνης , ἐὸν τοῦτο οὐκ ὀλίγον χωρίον ἀλλὰ ὅσον τε ἐπὶ τρεῖς ἡμέρας ὁδοῦ , ἄνυδρόν ἐστι δεινῶς .
3.6 Τὸ δὲ ὀλίγοι τῶν ἐς Αἴγυπτον ναυτιλλομένων ἐννενώκασι , τοῦτο ἔρχομαι φράσων . Ἐς Αἴγυπτον ἐκ τῆς Ἑλλάδος πάσης καὶ πρὸς ἐκ Φοινίκης κέραμος ἐσάγεται πλήρης οἴνου δι’ ἔτεος ἑκάστου , καὶ ἓν κεράμιον οἰνηρὸν ἀριθμῷ κεινὸν οὐκ ἔστι ὡς λόγῳ εἰπεῖν ἰδέσθαι . Κοῦ δῆτα , εἴποι τις ἄν , ταῦτα ἀναισιμοῦται ; Ἐγὼ καὶ τοῦτο φράσω . Δεῖ τὸν μὲν δήμαρχον ἕκαστον ἐκ τῆς ἑωυτοῦ πόλιος συλλέξαντα πάντα τὸν κέραμον ἄγειν ἐς Μέμφιν , τοὺς δὲ ἐκ Μέμφιος ἐς ταῦτα δὴ τὰ ἄνυδρα τῆς Συρίης κομίζειν πλήσαντας ὕδατος . Οὕτω ἐπιφοιτέων κέραμος καὶ ἐξαιρεόμενος ἐν Αἰγύπτῳ ἐπὶ τὸν παλαιὸν κομίζεται ἐς Συρίην .