3.4 Συνήνεικε δὲ καὶ ἄλλο τι τοιόνδε πρῆγμα γενέσθαι ἐς τὴν ἐπιστράτευσιν ταύτην . Ἦν τῶν ἐπικούρων τῶν Ἀμάσιος ἀνὴρ γένος μὲν Ἁλικαρνησσεύς , οὔνομα δέ οἱ ἦν Φάνης , καὶ γνώμην ἱκανὸς καὶ τὰ πολέμια ἄλκιμος . Οὗτος Φάνης μεμφόμενός κού τι Ἀμάσι ἐκδιδρήσκει πλοίῳ ἐξ Αἰγύπτου , βουλόμενος Καμβύσῃ ἐλθεῖν ἐς λόγους . Οἷα δὲ ἐόντα αὐτὸν ἐν τοῖσι ἐπικούροισι λόγου οὐ σμικροῦ ἐπιστάμενόν τε τὰ περὶ Αἴγυπτον ἀτρεκέστατα , μεταδιώκει Ἄμασις σπουδὴν ποιεύμενος ἑλεῖν , μεταδιώκει δὲ τῶν εὐνούχων τὸν πιστότατον ἀποστείλας τριήρεϊ κατ’ αὐτόν , ὃς αἱρέει μιν ἐν Λυκίῃ , ἑλὼν δὲ οὐκ ἀνήγαγε ἐς Αἴγυπτον · σοφίῃ γάρ μιν περιῆλθε Φάνης · καταμεθύσας γὰρ τοὺς φυλάκους ἀπαλλάσσετο ἐς Πέρσας . Ὁρμημένῳ δὲ στρατεύεσθαι Καμβύσῃ ἐπ’ Αἴγυπτον καὶ ἀπορέοντι τὴν ἔλασιν , ὅκως τὴν ἄνυδρον διεκπερᾷ , ἐπελθὼν φράζει μὲν καὶ τἆλλα τὰ Ἀμάσιος πρήγματα , ἐξηγέεται δὲ καὶ τὴν ἔλασιν , ὧδε παραινέων , πέμψαντα παρὰ τὸν Ἀραβίων βασιλέα δέεσθαι τὴν διέξοδόν οἱ ἀσφαλέα παρασχεῖν .