3.3 Καὶ ταῦτα μὲν ὧδε ἔχει . Λέγεται δὲ καὶ ὅδε λόγος , ἐμοὶ μὲν οὐ πιθανός , ὡς τῶν Περσίδων γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας , ὡς εἶδε τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα , πολλῷ ἐχρᾶτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα , δὲ Κασσανδάνη , ἐοῦσα τοῦ Κύρου γυνή , εἶπε τάδε · ʹ Τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει , τὴν δὲ ἀπ’ Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται . ʹ Τὴν μὲν ἀχθομένην τῇ Νιτήτι εἰπεῖν ταῦτα , τῶν δέ οἱ παίδων τὸν πρεσβύτερον εἰπεῖν Καμβύσην · ʹ Τοιγάρ τοι , μῆτερ , ἐπεὰν ἐγὼ γένωμαι ἀνήρ , Αἰγύπτου τὰ μὲν ἄνω κάτω θήσω , τὰ δὲ κάτω ἄνω . ʹ Ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα κου γεγονότα , καὶ τὰς γυναῖκας ἐν θώματι γενέσθαι · τὸν δὲ διαμνημονεύοντα οὕτω δή , ἐπείτε ἀνδρώθη καὶ ἔσχε τὴν βασιληίην , ποιήσασθαι τὴν ἐπ’ Αἴγυπτον στρατηίην .