3.2 Αἰγύπτιοι δὲ οἰκηιοῦνται Καμβύσην , φάμενοί μιν ἐκ ταύτης δὴ τῆς Ἀπρίεω θυγατρὸς γενέσθαι · Κῦρον γὰρ εἶναι τὸν πέμψαντα παρὰ Ἄμασιν ἐπὶ τὴν θυγατέρα , ἀλλ’ οὐ Καμβύσην . Λέγοντες δὲ ταῦτα οὐκ ὀρθῶς λέγουσι · οὐ μὲν οὐδὲ λέληθε αὐτοὺς εἰ γάρ τινες καὶ ἄλλοι , τὰ Περσέων νόμιμα ὀρθῶς ἐπιστέαται καὶ Αἰγύπτιοι ὅτι πρῶτα μὲν νόθον οὔ σφι νόμος ἐστὶ βασιλεῦσαι γνησίου παρεόντος , αὖτις δὲ ὅτι Κασσανδάνης τῆς φαρνάσπεω θυγατρὸς ἦν παῖς Καμβύσης , ἀνδρὸς Ἀχαιμενίδεω , ἀλλ’ οὐκ ἐκ τῆς Αἰγυπτίης . Ἀλλὰ παρατρέπουσι τὸν λόγον προσποιεύμενοι τῇ Κύρου οἰκίῃ συγγενέες εἶναι .