3.1 Ἐπὶ τοῦτον δὴ τὸν Ἄμασιν Καμβύσης Κύρου ἐστρατεύετο , ἄγων ἄλλους τε τῶν ἦρχε καὶ Ἑλλήνων Ἴωνάς τε καὶ Αἰολέας , δι’ αἰτίην τοιήνδε . Πέμψας Καμβύσης ἐς Αἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα , αἴτεε δὲ ἐκ βουλῆς ἀνδρὸς Αἰγυπτίου , ὃς μεμφόμενος Ἀμάσι ἔπρηξε ταῦτα ὅτι μιν ἐξ ἁπάντων τῶν ἐν Αἰγύπτῳ ἰητρῶν ἀποσπάσας ἀπὸ γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησε ἐς Πέρσας , ὅτε Κῦρος πέμψας παρὰ Ἄμασιν αἴτεε ἰητρὸν ὀφθαλμῶν , ὃς εἴη ἄριστος τῶν ἐν Αἰγύπτῳ . Ταῦτα δὴ ἐπιμεμφόμενος Αἰγύπτιος ἐνῆγε τῇ συμβουλίῃ κελεύων αἰτέειν τὸν Καμβύσην Ἄμασιν θυγατέρα , ἵνα δοὺς ἀνιῷτο μὴ δοὺς Καμβύσῃ ἀπέχθοιτο . δὲ Ἄμασις τῇ δυνάμι τῶν Περσέων ἀχθόμενος καὶ ἀρρωδέων οὐκ εἶχε οὔτε δοῦναι οὔτε ἀρνήσασθαι · εὖ γὰρ ἠπίστατο ὅτι οὐκ ὡς γυναῖκά μιν ἔμελλε Καμβύσης ἕξειν ἀλλ’ ὡς παλλακήν . Ταῦτα δὴ ἐκλογιζόμενος ἐποίησε τάδε . Ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδής , μούνη τοῦ οἴκου λελειμμένη , οὔνομα δέ οἱ ἦν Νίτητις . Ταύτην δὴ τὴν παῖδα Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα . Μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο Καμβύσης πατρόθεν ὀνομάζων , λέγει πρὸς αὐτὸν παῖς · ʹ βασιλεῦ , διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις , ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε , ὡς ἑωυτοῦ θυγατέρα διδούς , ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω , τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότην μετ’ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε . ʹ Τοῦτο δὴ τὸ ἔπος καὶ αὕτη αἰτίη ἐγγενομένη ἤγαγε Καμβύσην τὸν Κύρου μεγάλως θυμωθέντα ἐπ’ Αἴγυπτον . Οὕτω μέν νυν λέγουσι Πέρσαι .