2.176 Ἀνέθηκε δὲ καὶ ἐν τοῖσι ἄλλοισι ἱροῖσι Ἄμασις πᾶσι τοῖσι ἐλλογίμοισι ἔργα τὸ μέγαθος ἀξιοθέητα , ἐν δὲ καὶ ἐν Μέμφι τὸν ὕπτιον κείμενον κολοσσὸν τοῦ Ἡφαιστείου ἔμπροσθε , τοῦ πόδες πέντε καὶ ἑβδομήκοντά εἰσι τὸ μῆκος . Ἐπὶ δὲ τῷ αὐτῷ βάθρῳ ἑστᾶσι αἰθιοπικοῦ ἐόντες λίθου δύο κολοσσοί , εἴκοσι ποδῶν τὸ μέγαθος ἐὼν ἑκάτερος , μὲν ἔνθεν , δ’ ἔνθεν τοῦ μεγάλου . Ἔστι δὲ λίθινος ἕτερος τοσοῦτος καὶ ἐν Σάϊ , κείμενος κατὰ τὸν αὐτὸν τρόπον τῷ ἐν Μέμφι . Τῇ Ἴσι τε τὸ ἐν Μέμφι ἱρὸν Ἄμασίς ἐστι ἐξοικοδομήσας , ἐὸν μέγα τε καὶ ἀξιοθεητότατον .
2.177 Ἐπ’ Ἀμάσιος δὲ βασιλέος λέγεται Αἴγυπτος μάλιστα δὴ τότε εὐδαιμονῆσαι καὶ τὰ ἀπὸ τοῦ ποταμοῦ τῇ χώρῃ γινόμενα καὶ τὰ ἀπὸ τῆς χώρης τοῖσι ἀνθρώποισι , καὶ πόλις ἐν αὐτῇ γενέσθαι τὰς ἁπάσας τότε δισμυρίας τὰς οἰκεομένας . Νόμον δὲ Αἰγυπτίοισι τόνδε Ἄμασίς ἐστι καταστήσας , ἀποδεικνύναι ἔτεος ἑκάστου τῷ νομάρχῃ πάντα τινὰ Αἰγυπτίων ὅθεν βιοῦται · μὴ δὲ ποιεῦντα ταῦτα μηδὲ ἀποφαίνοντα δικαίην ζόην ἰθύνεσθαι θανάτῳ . Σόλων δὲ Ἀθηναῖος λαβὼν ἐξ Αἰγύπτου τοῦτον τὸν νόμον Ἀθηναίοισι ἔθετο · τῷ ἐκεῖνοι ἐς αἰεὶ χρέωνται , ἐόντι ἀμώμῳ νόμῳ .