2.175 Καὶ τοῦτο μὲν ἐν Σάϊ τῇ Ἀθηναίῃ προπύλαια θωμάσια οἷα ἐξεποίησε , πολλὸν πάντας ὑπερβαλόμενος τῷ τε ὕψεϊ καὶ τῷ μεγάθεϊ , ὅσων τε τὸ μέγαθος λίθων ἐστὶ καὶ ὁκοίων τέων · τοῦτο δὲ κολοσσοὺς μεγάλους καὶ ἀνδρόσφιγγας περιμήκεας ἀνέθηκε , λίθους τε ἄλλους ἐς ἐπισκευὴν ὑπερφυέας τὸ μέγαθος ἐκόμισε . Ἠγάγετο δὲ τούτων τοὺς μὲν ἐκ τῶν κατὰ Μέμφιν ἐουσέων λιθοτομιέων , τοὺς δὲ ὑπερμεγάθεας ἐξ Ἐλεφαντίνης πόλιος πλόον καὶ εἴκοσι ἡμερέων ἀπεχούσης ἀπὸ Σάϊος . Τὸ δὲ οὐκ ἥκιστα αὐτῶν ἀλλὰ μάλιστα θωμάζω , ἐστι τόδε · οἴκημα μουνόλιθον ἐκόμισε ἐξ Ἐλεφαντίνης πόλιος , καὶ τοῦτο ἐκόμιζε μὲν ἐπ’ ἔτεα τρία , δισχίλιοι δέ οἱ προσετετάχατο ἄνδρες ἀγωγέες , καὶ οὗτοι ἅπαντες ἦσαν κυβερνῆται . Τῆς δὲ στέγης ταύτης τὸ μὲν μῆκος ἔξωθέν ἐστι εἷς τε καὶ εἴκοσι πήχεες , εὖρος δὲ τεσσερεσκαίδεκα , ὕψος δὲ ὀκτώ . Ταῦτα μὲν τὰ μέτρα ἔξωθεν τῆς στέγης τῆς μουνολίθου ἐστί · ἀτὰρ ἔσωθεν τὸ μὲν μῆκος ὀκτωκαίδεκα πήχεων καὶ πυγόνος , τὸ δὲ εὖρος δυώδεκα πήχεων , τὸ δὲ ὕψος πέντε πήχεών ἐστι . Αὕτη τοῦ ἱροῦ κεῖται παρὰ τὴν ἔσοδον . Ἔσω γάρ μιν ἐς τὸ ἱρόν φασι τῶνδε εἵνεκα οὐκ ἐσελκύσαι · τὸν ἀρχιτέκτονα αὐτῆς ἑλκομένης τῆς στέγης ἀναστενάξαι οἷά τε χρόνου ἐγγεγονότος πολλοῦ καὶ ἀχθόμενον τῷ ἔργῳ , τὸν δὲ Ἄμασιν ἐνθύμιον ποιησάμενον οὐκ ἐᾶν ἔτι προσωτέρω ἑλκύσαι . Ἤδη δέ τινες λέγουσι ὡς ἄνθρωπος διεφθάρη ὑπ’ αὐτῇ τῶν τις αὐτὴν μοχλευόντων , καὶ ἀπὸ τούτου οὐκ ἐσελκυσθῆναι .