2.178 Φιλέλλην δὲ γενόμενος Ἄμασις ἄλλα τε ἐς Ἑλλήνων μετεξετέρους ἀπεδέξατο καὶ δὴ καὶ τοῖσι ἀπικνεομένοισι ἐς Αἴγυπτον ἔδωκε Ναύκρατιν πόλιν ἐνοικῆσαι · τοῖσι δὲ μὴ βουλομένοισι αὐτῶν ἐνοικέειν , αὐτόσε δὲ ναυτιλλομένοισι ἔδωκε χώρους ἐνιδρύσασθαι βωμοὺς καὶ τεμένεα θεοῖσι . Τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον , καλεόμενον δὲ Ἑλλήνιον , αἵδε πόλιές εἰσι αἱ ἱδρυμέναι κοινῇ · Ἰώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί , Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις , Αἰολέων δὲ Μυτιληναίων μούνη . Τουτέων μέν ἐστι τοῦτο τὸ τέμενος , καὶ προστάτας τοῦ ἐμπορίου αὗται αἱ πόλιές εἰσι αἱ παρέχουσαι · ὅσαι δὲ ἄλλαι πόλιες μεταποιεῦνται , οὐδέν σφι μετεὸν μεταποιεῦνται . Χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός , καὶ ἄλλο Σάμιοι Ἥρης , καὶ Μιλήσιοι Ἀπόλλωνος .
2.179 Ἦν δὲ τὸ παλαιὸν μούνη Ναύκρατις ἐμπόριον καὶ ἄλλο οὐδὲν Αἰγύπτου · εἰ δέ τις ἐς τῶν τι ἄλλο στομάτων τοῦ Νείλου ἀπίκοιτο , χρῆν ὀμόσαι μὴ μὲν ἑκόντα ἐλθεῖν , ἀπομόσαντα δὲ τῇ νηὶ αὐτῇ πλέειν ἐς τὸ Κανωβικόν · εἰ μή γε οἷά τε εἴη πρὸς ἀνέμους ἀντίους πλέειν , τὰ φορτία ἔδεε περιάγειν ἐν βάρισι περὶ τὸ Δέλτα , μέχρις οὗ ἀπίκοιτο ἐς Ναύκρατιν . Οὕτω μὲν δὴ Ναύκρατις ἐτετίμητο .