2.174 Λέγεται δὲ Ἄμασις , καὶ ὅτε ἦν ἰδιώτης , ὡς φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐδαμῶς κατεσπουδασμένος ἀνήρ . Ὅκως δέ μιν ἐπιλίποι πίνοντά τε καὶ εὐπαθέοντα τὰ ἐπιτήδεα , κλέπτεσκε ἂν περιιών . Οἱ δ’ ἄν μιν φάμενοι ἔχειν τὰ σφέτερα χρήματα ἀρνεόμενον ἄγεσκον ἐπὶ μαντήιον , ὅκου ἑκάστοισι εἴη · πολλὰ μὲν δὴ καὶ ἡλίσκετο ὑπὸ τῶν μαντηίων , πολλὰ δὲ καὶ ἀπέφευγε . Ἐπείτε δὲ καὶ ἐβασίλευσε , ἐποίεε τοιάδε · ὅσοι μὲν αὐτὸν τῶν θεῶν ἀπέλυσαν μὴ φῶρα εἶναι , τούτων μὲν τῶν ἱρῶν οὔτε ἐπεμέλετο οὔτε ἐς ἐπισκευὴν ἐδίδου οὐδέν , οὐδὲ φοιτέων ἔθυε ὡς οὐδενὸς ἐοῦσι ἀξίοισι ψευδέα τε μαντήια ἐκτημένοισι · ὅσοι δέ μιν κατέδησαν φῶρα εἶναι , τούτων δὲ ὡς ἀληθέως θεῶν ἐόντων καὶ ἀψευδέα μαντήια παρεχομένων τὰ μάλιστα ἐπεμέλετο .