2.173 Ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε · τὸ μὲν ὄρθριον μέχρι ὅτεο πληθώρης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα , τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων . Ἀχθεσθέντες δὲ τούτοισι οἱ φίλοι αὐτοῦ ἐνουθέτεον αὐτὸν τοιάδε λέγοντες · ʹ βασιλεῦ , οὐκ ὀρθῶς σεωυτοῦ προέστηκας ἐς τὸ ἄγαν φαῦλον προάγων σεωυτόν · σὲ γὰρ ἐχρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θωκέοντα δι’ ἡμέρης πρήσσειν τὰ πρήγματα · καὶ οὕτω Αἰγύπτιοί τ’ ἂν ἠπιστέατο ὡς ὑπ’ ἀνδρὸς μεγάλου ἄρχονται καὶ ἄμεινον σὺ ἂν ἤκουες · νῦν δὲ ποιέεις οὐδαμῶς βασιλικά . ʹ δ’ ἀμείβετο τοῖσδε αὐτούς · ʹ Τὰ τόξα οἱ ἐκτημένοι , ἐπεὰν μὲν δέωνται χρᾶσθαι , ἐντανύουσι , ἐπεὰν δὲ χρήσωνται , ἐκλύουσι . Εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη , ἐκραγείη ἄν , ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖσι χρᾶσθαι . Οὕτω δὴ καὶ ἀνθρώπου κατάστασις · εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι , λάθοι ἂν ἤτοι μανεὶς γε ἀπόπληκτος γενόμενος . Τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω . ʹ Ταῦτα μὲν τοὺς φίλους ἀμείψατο . ʹ