2.172 Ἀπρίεω δὲ ὧδε καταραιρημένου ἐβασίλευσε Ἄμασις , νομοῦ μὲν Σαΐτεω ἐών , ἐκ τῆς δὲ ἦν πόλιος , οὔνομά οἵ ἐστι Σιούφ . Τὰ μὲν δὴ πρῶτα κατώνοντο τὸν Ἄμασιν Αἰγύπτιοι καὶ ἐν οὐδεμιῇ μοίρῃ μεγάλῃ ἦγον , ἅτε δὴ δημότην τὸ πρὶν ἐόντα καὶ οἰκίης οὐκ ἐπιφανέος · μετὰ δὲ σοφίῃ αὐτοὺς Ἄμασις , οὐκ ἀγνωμοσύνῃ , προσηγάγετο . Ἦν οἱ ἄλλα τε ἀγαθὰ μυρία , ἐν δὲ καὶ ποδανιπτὴρ χρύσεος , ἐν τῷ αὐτός τε Ἄμασις καὶ οἱ δαιτυμόνες οἱ πάντες τοὺς πόδας ἑκάστοτε ἐναπενίζοντο · τοῦτον κατ’ ὦν κόψας ἄγαλμα δαίμονος ἐξ αὐτοῦ ἐποιήσατο καὶ ἵδρυσε τῆς πόλιος ὅκου ἦν ἐπιτηδεότατον . Οἱ δὲ Αἰγύπτιοι φοιτῶντες πρὸς τὤγαλμα ἐσέβοντο μεγάλως . Μαθὼν δὲ Ἄμασις τὸ ἐκ τῶν ἀστῶν ποιεύμενον , συγκαλέσας Αἰγυπτίους ἐξέφηνε φὰς ἐκ τοῦ ποδανιπτῆρος τὤγαλμα γεγονέναι , ἐς τὸν πρότερον μὲν τοὺς Αἰγυπτίους ἐνεμέειν τε καὶ ἐνουρέειν καὶ πόδας ἐναπονίζεσθαι , τότε δὲ μεγάλως σέβεσθαι . Ἤδη ὦν ἔφη λέγων ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπρηγέναι · εἰ γὰρ πρότερον εἶναι δημότης , ἀλλ’ ἐν τῷ παρεόντι εἶναι αὐτῶν βασιλεύς · καὶ τιμᾶν τε καὶ προμηθέεσθαι ἑωυτὸν ἐκέλευε . Τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν .