2.170 Εἰσὶ δὲ καὶ αἱ ταφαὶ τοῦ οὐκ ὅσιον ποιεῦμαι ἐπὶ τοιούτῳ πρήγματι ἐξαγορεύειν τοὔνομα ἐν Σάϊ , ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης ὄπισθε τοῦ νηοῦ , παντὸς τοῦ τῆς Ἀθηναίης ἐχόμεναι τοίχου . Καὶ ἐν τῷ τεμένεϊ ὀβελοὶ ἑστᾶσι μεγάλοι λίθινοι , λίμνη τέ ἐστι ἐχομένη λιθίνῃ κρηπῖδι κεκοσμημένη καὶ ἐργασμένῃ εὖ κύκλῳ καὶ μέγαθος , ὡς ἐμοὶ ἐδόκεε , ὅση περ ἐν Δήλῳ τροχοειδὴς καλεομένη .
2.171 Ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων Αὐτοῦ νυκτὸς ποιεῦσι , τὰ καλέουσι μυστήρια Αἰγύπτιοι . Περὶ μέν νυν τούτων εἰδότι μοι ἐπὶ πλέον ὡς ἕκαστα αὐτῶν ἔχει , εὔστομα κείσθω . Καὶ τῆς Δήμητρος τελετῆς πέρι , τὴν οἱ Ἕλληνες Θεσμοφόρια καλέουσι , καὶ ταύτης μοι πέρι εὔστομα κείσθω , πλὴν ὅσον αὐτῆς ὁσίη ἐστὶ λέγειν · αἱ Δαναοῦ θυγατέρες ἦσαν αἱ τὴν τελετὴν ταύτην ἐξ Αἰγύπτου ἐξαγαγοῦσαι καὶ διδάξασαι τὰς Πελασγιώτιδας γυναῖκας · μετὰ δὲ ἐξαναστάσης πάσης Πελοποννήσου ὑπὸ Δωριέων ἐξαπώλετο τελετή , οἱ δὲ ὑπολειφθέντες Πελοποννησίων καὶ οὐκ ἐξαναστάντες Ἀρκάδες διέσῳζον αὐτὴν μοῦνοι .