2.169 Ἐπείτε δὲ συνιόντες τε Ἀπρίης ἄγων τοὺς ἐπικούρους καὶ Ἄμασις πάντας Αἰγυπτίους ἀπίκοντο ἐς Μώμεμφιν πόλιν , συνέβαλον · καὶ ἐμαχέσαντο μὲν εὖ οἱ ξεῖνοι , πλήθεϊ δὲ πολλῷ ἐλάσσονες ἐόντες κατὰ τοῦτο ἑσσώθησαν . Ἀπρίεω δὲ λέγεται εἶναι ἥδε διάνοια , μηδ’ ἂν θεόν μιν μηδένα δύνασθαι παῦσαι τῆς βασιληίης · οὕτω ἀσφαλέως ἑωυτῷ ἱδρῦσθαι ἐδόκεε · καὶ δὴ τότε συμβαλὼν ἑσσώθη καὶ ζωγρηθεὶς ἀπήχθη ἐς Σάϊν πόλιν , ἐς τὰ ἑωυτοῦ οἰκία πρότερον ἐόντα , τότε δὲ Ἀμάσιος ἤδη βασιλήια . Ἐνθαῦτα δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι , καί μιν Ἄμασις εὖ περιεῖπε · τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιοῖ δίκαια τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον , οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι . Οἱ δέ μιν ἀπέπνιξαν καὶ ἔπειτα ἔθαψαν ἐν τῇσι πατρωίῃσι ταφῇσι · αἱ δέ εἰσι ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης , ἀγχοτάτω τοῦ μεγάρου , ἐσιόντι ἀριστερῆς χειρός . Ἔθαψαν δὲ Σαῗται πάντας τοὺς ἐκ νομοῦ τούτου γενομένους βασιλέας ἔσω ἐν τῷ ἱρῷ . Καὶ γὰρ τὸ τοῦ Ἀμάσιος σῆμα ἑκαστέρω μέν ἐστι τοῦ μεγάρου τὸ τοῦ Ἀπρίεω καὶ τῶν τούτου προπατόρων , ἔστι μέντοι καὶ τοῦτο ἐν τῇ αὐλῇ τοῦ ἱροῦ , παστὰς λιθίνη μεγάλη καὶ ἠσκημένη στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι καὶ τῇ ἄλλῃ δαπάνῃ · ἔσω δὲ ἐν τῇ παστάδι διξὰ θυρώματα ἕστηκε , ἐν δὲ τοῖσι θυρώμασι θήκη ἐστί .