2.168 Γέρεα δέ σφι ἦν τάδε ἐξαραιρημένα μούνοισι Αἰγυπτίων πάρεξ τῶν ἱρέων , ἄρουραι ἐξαίρετοι δυώδεκα ἑκάστῳ ἀτελέες . δὲ ἄρουρα ἑκατὸν πήχεών ἐστι αἰγυπτίων πάντῃ , δὲ αἰγύπτιος πῆχυς τυγχάνει ἴσος ἐὼν τῷ σαμίῳ . Ταῦτα μὲν δὴ τοῖσι ἅπασι ἦν ἐξαραιρημένα , τάδε δὲ ἐν περιτροπῇ ἐκαρποῦντο καὶ οὐδαμὰ ὡυτοί . Καλασιρίων χίλιοι καὶ Ἑρμοτυβίων ἄλλοι ἐδορυφόρεον ἐνιαυτὸν ἕκαστον τὸν βασιλέα · τούτοισι ὦν τάδε πάρεξ τῶν ἀρουρέων ἄλλα ἐδίδοτο , ἐπ’ ἡμέρῃ ἑκάστῃ ὀπτοῦ σίτου σταθμὸς πέντε μνέαι ἑκάστῳ , κρεῶν βοέων δύο μνέαι , οἴνου τέσσερες ἀρυστῆρες · ταῦτα τοῖσι αἰεὶ δορυφορέουσι ἐδίδοτο .