2.151 Τῶν δὲ δυώδεκα βασιλέων δικαιοσύνῃ χρεωμένων , ἀνὰ χρόνον ὡς ἔθυσαν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου , τῇ ὑστάτῃ τῆς ὁρτῆς μελλόντων κατασπείσειν , ἀρχιερεὺς ἐξήνεικέ σφι φιάλας χρυσέας τῇσί περ ἐώθεσαν σπένδειν , ἁμαρτὼν τοῦ ἀριθμοῦ , ἕνδεκα δυώδεκα ἐοῦσι . Ἐνθαῦτα ὡς οὐκ εἶχε φιάλην ἔσχατος ἑστεὼς αὐτῶν Ψαμμήτιχος , περιελόμενος τὴν κυνέην ἐοῦσαν χαλκέην ὑπέσχε τε καὶ ἔσπενδε . Κυνέας δὲ καὶ οἱ ἄλλοι ἅπαντες ἐφόρεόν τε βασιλέες καὶ ἐτύγχανον τότε ἔχοντες . Ψαμμήτιχος μέν νυν οὐδενὶ δολερῷ νόῳ χρεώμενος ὑπέσχε τὴν κυνέην . Οἱ δὲ ἐν φρενὶ λαβόντες τό τε ποιηθὲν ἐκ Ψαμμητίχου καὶ τὸ χρηστήριον τι ἐκέχρητό σφι , τὸν χαλκέῃ σπείσαντα αὐτῶν φιάλῃ τοῦτον βασιλέα ἔσεσθαι μοῦνον Αἰγύπτου , ἀναμνησθέντες τοῦ χρησμοῦ κτεῖναι μὲν οὐκ ἐδικαίωσαν Ψαμμήτιχον , ὡς ἀνεύρισκον βασανίζοντες ἐξ οὐδεμιῆς προνοίης αὐτὸν ποιήσαντα , ἐς δὲ τὰ ἕλεα ἔδοξέ σφι διῶξαι ψιλώσαντας τὰ πλεῖστα τῆς δυνάμιος , ἐκ δὲ τῶν ἑλέων ὁρμώμενον μὴ ἐπιμίσγεσθαι τῇ ἄλλῃ Αἰγύπτῳ .