2.150 Ἔλεγον δὲ οἱ ἐπιχώριοι καὶ ὡς ἐς τὴν Σύρτιν τὴν ἐς Λιβύην ἐκδιδοῖ λίμνη αὕτη ὑπὸ γῆν , τετραμμένη τὸ πρὸς ἑσπέρην ἐς τὴν μεσόγαιαν παρὰ τὸ ὄρος τὸ ὑπὲρ Μέμφιος . Ἐπείτε δὲ τοῦ ὀρύγματος τούτου οὐκ ὥρων τὸν χοῦν οὐδαμοῦ ἐόντα , ἐπιμελὲς γὰρ δή μοι ἦν , εἰρόμην τοὺς ἄγχιστα οἰκέοντας τῆς λίμνης ὅκου εἴη χοῦς ἐξορυχθείς . Οἱ δὲ ἔφρασάν μοι ἵνα ἐξεφορήθη καὶ εὐπετέως ἔπειθον · ᾔδεα γὰρ λόγῳ καὶ ἐν Νίνῳ τῇ Ἀσσυρίων πόλι γενόμενον ἕτερον τοιοῦτο . Τὰ γὰρ Σαρδαναπάλλου τοῦ Νίνου βασιλέος ἐόντα μεγάλα χρήματα καὶ φυλασσόμενα ἐν θησαυροῖσι καταγαίοισι ἐπενόησαν κλῶπες ἐκφορῆσαι · ἐκ δὴ ὦν τῶν σφετέρων οἰκίων ἀρξάμενοι οἱ κλῶπες ὑπὸ γῆν σταθμούμενοι ἐς τὰ βασιλήια οἰκία ὤρυσσον , τὸν δὲ χοῦν τὸν ἐκφορεόμενον ἐκ τοῦ ὀρύγματος , ὅκως γένοιτο νύξ , ἐς τὸν Τίγρην ποταμὸν παραρρέοντα τὴν Νίνον ἐξεφόρεον , ἐς κατεργάσαντο τι ἐβούλοντο . Τοιοῦτο ἕτερον ἤκουσα καὶ κατὰ τὸ τῆς ἐν Αἰγύπτῳ λίμνης ὄρυγμα γενέσθαι , πλὴν οὐ νυκτὸς ἀλλὰ μετ’ ἡμέρην ποιεύμενον · ὀρύσσοντας γὰρ τὸν χοῦν τοὺς Αἰγυπτίους ἐς τὸν Νεῖλον φορέειν , δὲ ὑπολαμβάνων ἔμελλε διαχέειν . μέν νυν λίμνη αὕτη οὕτω λέγεται ὀρυχθῆναι . ʹ