2.152 Τὸν δὲ Ψαμμήτιχον τοῦτον πρότερον φεύγοντα τὸν Αἰθίοπα Σαβακῶν , ὅς οἱ τὸν πατέρα Νεκῶν ἀπέκτεινε , τοῦτον φεύγοντα τότε ἐς Συρίην , ὡς ἀπαλλάχθη ἐκ τῆς ὄψιος τοῦ ὀνείρου Αἰθίοψ , κατήγαγον Αἰγυπτίων οὗτοι οἳ ἐκ νομοῦ τοῦ Σαίτεώ εἰσι . Μετὰ δὲ βασιλεύοντα τὸ δεύτερον πρὸς τῶν ἕνδεκα βασιλέων καταλαμβάνει μιν διὰ τὴν κυνέην φεύγειν ἐς τὰ ἕλεα . Ἐπιστάμενος ὦν ὡς περιυβρισμένος εἴη πρὸς αὐτῶν , ἐπενόεε τείσασθαι τοὺς διώξαντας . Πέμψαντι δέ οἱ ἐς Βουτοῦν πόλιν ἐς τὸ χρηστήριον τῆς Λητοῦς , ἔνθα δὴ Αἰγυπτίοισί ἐστι μαντήιον ἀψευδέστατον , ἦλθε χρησμὸς ὡς τίσις ἥξει οἱ ἀπὸ θαλάσσης χαλκέων ἀνδρῶν ἐπιφανέντων . Καὶ τῷ μὲν δὴ ἀπιστίη μεγάλη ὑπεκέχυτο χαλκέους οἱ ἄνδρας ἥξειν ἐπικούρους . Χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἀναγκαίη κατέλαβε Ἴωνάς τε καὶ Κᾶρας ἄνδρας κατὰ ληίην ἐκπλώσαντας ἀπενειχθῆναι ἐς Αἴγυπτον , ἐκβάντας δὲ ἐς γῆν καὶ ὁπλισθέντας χαλκῷ ἀγγέλλει τῶν τις Αἰγυπτίων ἐς τὰ ἕλεα ἀπικόμενος τῷ Ψαμμητίχῳ , ὡς οὐκ ἰδὼν πρότερον χαλκῷ ἄνδρας ὁπλισθέντας , ὡς χάλκεοι ἄνδρες ἀπιγμένοι ἀπὸ θαλάσσης λεηλατέουσι τὸ πεδίον . δὲ μαθὼν τὸ χρηστήριον ἐπιτελεόμενον φίλα τε τοῖσι Ἴωσι καὶ Καρσὶ ποιέεται καί σφεας μεγάλα ὑπισχνεόμενος πείθει μετ’ ἑωυτοῦ γενέσθαι · ὡς δὲ ἔπεισε , οὕτω ἅμα τοῖσί τε τὰ ἑωυτοῦ βουλομένοισι Αἰγυπτίοισι καὶ τοῖσι ἐπικούροισι καταιρέει τοὺς βασιλέας .