2.149 Τοῦ δὲ λαβυρίνθου τούτου ἐόντος τοιούτου θῶμα ἔτι μέζον παρέχεται Μοίριος καλεομένη λίμνη , παρ’ ἣν λαβύρινθος οὗτος οἰκοδόμηται . Τῆς τὸ περίμετρον τῆς περιόδου εἰσὶ στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι , σχοίνων ἑξήκοντα ἐόντων , ἴσοι καὶ αὐτῆς Αἰγύπτου τὸ παρὰ θάλασσαν · κεῖται δὲ μακρὴ λίμνη πρὸς βορέην τε καὶ νότον , ἐοῦσα βάθος τῇ βαθυτάτη αὐτὴ ἑωυτῆς πεντηκοντόργυιος . Ὅτι δὲ χειροποίητός ἐστι καὶ ὀρυκτή , αὐτὴ δηλοῖ . Ἐν γὰρ μέσῃ τῇ λίμνῃ μάλιστά κῃ ἑστᾶσι δύο πυραμίδες , τοῦ ὕδατος ὑπερέχουσαι πεντήκοντα ὀργυιὰς ἑκατέρη , καὶ τὸ κατ’ ὕδατος οἰκοδόμηται ἕτερον τοσοῦτο · καὶ ἐπ’ ἀμφοτέρῃσι ἔπεστι κολοσσὸς λίθινος κατήμενος ἐν θρόνῳ . Οὕτω αἱ μὲν πυραμίδες εἰσὶ ἑκατὸν ὀργυιέων , αἱ δ’ ἑκατὸν ὀργυιαὶ δίκαιαί εἰσι στάδιον ἑξάπλεθρον , ἑξαπέδου μὲν τῆς ὀργυιῆς μετρεομένης καὶ τετραπήχεος , τῶν ποδῶν μὲν τετραπαλαίστων ἐόντων , τοῦ δὲ πήχεος ἑξαπαλαίστου . Τὸ δὲ ὕδωρ τὸ ἐν τῇ λίμνῃ αὐθιγενὲς μὲν οὐκ ἔστι ἄνυδρος γὰρ δὴ δεινῶς ἐστι ταύτῃ , ἐκ τοῦ Νείλου δὲ κατὰ διώρυχα ἐσῆκται , καὶ ἓξ μὲν μῆνας ἔσω ῥέει ἐς τὴν λίμνην , ἓξ δὲ μῆνας ἔξω ἐς τὸν Νεῖλον αὖτις . Καὶ ἐπεὰν μὲν ἐκρέῃ ἔξω , δὲ τότε τοὺς ἓξ μῆνας ἐς τὸ βασιλήιον καταβάλλει ἐπ’ ἡμέρην ἑκάστην τάλαντον ἀργυρίου ἐκ τῶν ἰχθύων · ἐπεὰν δὲ ἐσίῃ τὸ ὕδωρ ἐς αὐτὴν , εἴκοσι μνέας .