2.148 Καὶ δή σφι μνημόσυνα ἔδοξε λιπέσθαι κοινῇ · δόξαν δέ σφι ἐποιήσαντο λαβύρινθον , ὀλίγον ὑπὲρ τῆς λίμνης τῆς Μοίριος κατὰ Κροκοδείλων καλεομένην πόλιν μάλιστά κῃ κείμενον . Τὸν ἐγὼ ἤδη εἶδον λόγου μέζω . Εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων τείχεά τε καὶ ἔργων ἀπόδεξιν συλλογίσαιτο , ἐλάσσονος πόνου τε ἂν καὶ δαπάνης φανείη ἐόντα τοῦ λαβυρίνθου τούτου · καίτοι ἀξιόλογός γε καὶ ἐν Ἐφέσῳ ἐστὶ νηὸς καὶ ἐν Σάμῳ . Ἦσαν μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες καὶ πολλῶν ἑκάστη αὐτέων ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη · δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει . Τοῦ γὰρ δυώδεκα μέν εἰσι αὐλαὶ κατάστεγοι , ἀντίπυλοι ἀλλήλῃσι , ἓξ μὲν πρὸς βορέω , ἓξ δὲ πρὸς νότον τετραμμέναι συνεχέες · τοῖχος δὲ ἔξωθεν αὐτός σφεας περιέργει . Οἰκήματα δ’ ἔνεστι διπλά , τὰ μὲν ὑπόγαια , τὰ δὲ μετέωρα ἐπ’ ἐκείνοισι , τρισχίλια ἀριθμόν , πεντακοσίων καὶ χιλίων ἑκάτερα . Τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν , τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα · οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον , φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων . Οὕτω τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν , τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν . Αἵ τε γὰρ ἔξοδοι διὰ τῶν στεγέων καὶ οἱ εἱλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας , ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων . Ὀροφὴ δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι , οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι , αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα . Τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος , ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται · ὁδὸς δ’ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται .