2.147 Ταῦτα μέν νυν αὐτοὶ Αἰγύπτιοι λέγουσι , ὅσα δὲ οἵ τε ἄλλοι ἄνθρωποι καὶ Αἰγύπτιοι λέγουσι ὁμολογέοντες τοῖσι ἄλλοισι κατὰ ταύτην τὴν χώρην γενέσθαι , ταῦτ’ ἤδη φράσω · προσέσται δέ τι αὐτοῖσι καὶ τῆς ἐμῆς ὄψιος . Ἐλευθερωθέντες Αἰγύπτιοι μετὰ τὸν ἱρέα τοῦ Ἡφαίστου βασιλεύσαντα οὐδένα γὰρ χρόνον οἷοί τε ἦσαν ἄνευ βασιλέος διαιτᾶσθαι ἐστήσαντο δυώδεκα βασιλέας , ἐς δυώδεκα μοίρας δασάμενοι Αἴγυπτον πᾶσαν . Οὗτοι ἐπιγαμίας ποιησάμενοι ἐβασίλευον νόμοισι τοῖσδε χρεώμενοι , μήτε καταιρέειν ἀλλήλους μήτε πλέον τι δίζησθαι ἔχειν τὸν ἕτερον τοῦ ἑτέρου , εἶναί τε φίλους τὰ μάλιστα . Τῶνδε δὲ εἵνεκα τοὺς νόμους τούτους ἐποιεῦντο , ἰσχυρῶς περιστέλλοντες · ἐκέχρητό σφι κατ’ ἀρχὰς αὐτίκα ἐνισταμένοισι ἐς τὰς τυραννίδας τὸν χαλκέῃ φιάλῃ σπείσαντα αὐτῶν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου , τοῦτον ἁπάσης βασιλεύσειν Αἰγύπτου · ἐς γὰρ δὴ τὰ πάντα ἱρὰ συνελέγοντο .