2.146 Τούτων ὦν ἀμφοτέρων πάρεστι χρᾶσθαι τοῖσί τις πείσεται λεγομένοισι μᾶλλον · ἐμοὶ δ’ ὦν περὶ αὐτῶν γνώμη ἀποδέδεκται . . . . . Εἰ μὲν γὰρ φανεροί τε ἐγένοντο καὶ κατεγήρασαν καὶ οὗτοι ἐν τῇ Ἑλλάδι , κατά περ Ἡρακλέης ἐξ Ἀμφιτρύωνος γενόμενος καὶ δὴ καὶ Διόνυσος ἐκ Σεμέλης καὶ Πὰν ἐκ Πηνελόπης γενόμενος , ἔφη ἄν τις καὶ τούτους ἄλλους ἄνδρας γενομένους ἔχειν τὰ ἐκείνων οὐνόματα τῶν προγεγονότων θεῶν . Νῦν δὲ Διόνυσόν τε λέγουσι οἱ Ἕλληνες ὡς αὐτίκα γενόμενον ἐς τὸν μηρὸν ἐνερράψατο Ζεὺς καὶ ἤνεικε ἐς Νύσαν τὴν ὑπὲρ Αἰγύπτου ἐοῦσαν ἐν τῇ Αἰθιοπίῃ , καὶ Πανός γε πέρι οὐκ ἔχουσι εἰπεῖν ὅκῃ ἐτράπετο γενόμενος . Δῆλά μοι ὦν γέγονε ὅτι ὕστερον ἐπύθοντο οἱ Ἕλληνες τούτων τὰ οὐνόματα τὰ τῶν ἄλλων θεῶν · ἀπ’ οὗ δὲ ἐπύθοντο χρόνου , ἀπὸ τούτου γενεηλογέουσι αὐτῶν τὴν γένεσιν .