2.145 Ἐν Ἕλλησι μέν νυν νεώτατοι τῶν θεῶν νομίζονται εἶναι Ἡρακλέης τε καὶ Διόνυσος καὶ Πάν , παρ’ Αἰγυπτίοισι δὲ Πὰν μὲν ἀρχαιότατος καὶ τῶν ὀκτὼ τῶν πρώτων λεγομένων θεῶν , Ἡρακλέης δὲ τῶν δευτέρων τῶν δυώδεκα λεγομένων εἶναι , Διόνυσος δὲ τῶν τρίτων , οἳ ἐκ τῶν δυώδεκα θεῶν ἐγένοντο . Ἡρακλέϊ μὲν δὴ ὅσα αὐτοὶ Αἰγύπτιοί φασι εἶναι ἔτεα ἐς Ἄμασιν βασιλέα , δεδήλωταί μοι πρόσθε · Πανὶ δὲ ἔτι τούτων πλέονα λέγεται εἶναι , Διονύσῳ δ’ ἐλάχιστα τούτων , καὶ τούτῳ πεντακισχίλια καὶ μύρια λογίζονται εἶναι ἐς Ἄμασιν βασιλέα . Καὶ ταῦτα Αἰγύπτιοι ἀτρεκέως φασὶ ἐπίστασθαι , αἰεί τε λογιζόμενοι καὶ αἰεὶ ἀπογραφόμενοι τὰ ἔτεα . Διονύσῳ μέν νυν τῷ ἐκ Σεμέλης τῆς Κάδμου λεγομένῳ γενέσθαι κατὰ χίλια ἔτεα μάλιστά ἐστι ἐς ἐμέ , Ἡρακλέϊ δὲ τῷ Ἀλκμήνης κατὰ εἰνακόσια ἔτεα , Πανὶ δὲ τῷ ἐκ Πηνελόπης ἐκ ταύτης γὰρ καὶ Ἑρμέω λέγεται γενέσθαι ὑπὸ Ἑλλήνων Πάν ἐλάσσω ἔτεά ἐστι τῶν Τρωικῶν , κατὰ ὀκτακόσια μάλιστα ἐς ἐμέ .