2.137 Μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος , τῷ οὔνομα Ἄνυσιν εἶναι . Ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπ’ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα . Τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα , τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπ’ ἔτεα πεντήκοντα , ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι . Ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι , κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν , τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν , ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι , ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων . Καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι · τὸ μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος , δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος , καὶ κάρτα ὑψηλαὶ ἐγένοντο . Ὑψηλέων δὲ καὶ ἑτερέων γενομένων ἐν τῇ Αἰγύπτῳ πολίων , ὡς ἐμοὶ δοκέει , μάλιστα ἐν Βουβάστι πόλις ἐξεχώσθη , ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον · μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερά ἐστι ἱρά , ἡδονὴ δὲ ἰδέσθαι οὐδὲν τούτου μᾶλλον . δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσάν ἐστι Ἄρτεμις .