2.138 Τὸ δ’ ἱρὸν αὐτῆς ὧδε ἔχει . Πλὴν τῆς ἐσόδου τὸ ἄλλο νῆσός ἐστι · ἐκ γὰρ τοῦ Νείλου διώρυχες ἐσέχουσι οὐ συμμίσγουσαι ἀλλήλῃσι , ἀλλ’ ἄχρι τῆς ἐσόδου τοῦ ἱροῦ ἑκατέρη ἐσέχει , μὲν τῇ περιρρέουσα , δὲ τῇ , εὖρος ἐοῦσα ἑκατέρη ἑκατὸν ποδῶν , δένδρεσι κατάσκιος . Τὰ δὲ προπύλαια ὕψος μὲν δέκα ὀργυιέων ἐστί , τύποισι δὲ ἑξαπήχεσι ἐσκευάδαται ἀξίοισι λόγου . Ἐὸν δ’ ἐν μέσῃ τῇ πόλι τὸ ἱρὸν κατορᾶται πάντοθεν περιιόντι · ἅτε γὰρ τῆς πόλιος μὲν ἐκκεχωσμένης ὑψοῦ , τοῦ δ’ ἱροῦ οὐ κεκινημένου ὡς ἀρχῆθεν ἐποιήθη , ἔσοπτόν ἐστι . Περιθέει δὲ αὐτὸ αἱμασιὴ ἐγγεγλυμμένη τύποισι · ἔστι δὲ ἔσωθεν ἄλσος δενδρέων μεγίστων πεφυτευμένον περὶ νηὸν μέγαν , ἐν τῷ δὴ τὤγαλμα ἔνι · εὖρος δὲ καὶ μῆκος τοῦ ἱροῦ πάντῃ σταδίου ἐστί . Κατὰ μὲν δὴ τὴν ἔσοδον ἐστρωμένη ἐστὶ ὁδὸς λίθου ἐπὶ σταδίους τρεῖς μάλιστά κῃ , διὰ τῆς ἀγορῆς φέρουσα ἐς τὸ πρὸς ἠῶ , εὖρος δὲ ὡς τεσσέρων πλέθρων · τῇ δὲ καὶ τῇ τῆς ὁδοῦ δένδρεα οὐρανομήκεα πέφυκε · φέρει δ’ ἐς Ἑρμέω ἱρόν . Τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτως ἔχει .