2.136 Μετὰ δὲ Μυκερῖνον γενέσθαι Αἰγύπτου βασιλέα ἔλεγον οἱ ἱρέες Ἄσυχιν , τὸν τὰ πρὸς ἥλιον ἀνίσχοντα ποιῆσαι τῷ Ἡφαίστῳ προπύλαια , ἐόντα πολλῷ τε κάλλιστα καὶ πολλῷ μέγιστα . Ἔχει μὲν γὰρ καὶ τὰ πάντα προπύλαια τύπους τε ἐγγεγλυμμένους καὶ ἄλλην ὄψιν οἰκοδομημάτων μυρίην , ἐκεῖνα δὲ καὶ μακρῷ μάλιστα . Ἐπὶ τούτου βασιλεύοντος ἔλεγον ἀμιξίης ἐούσης πολλῆς χρημάτων γενέσθαι νόμον Αἰγυπτίοισι , ἀποδεικνύντα ἐνέχυρον τοῦ πατρὸς τὸν νέκυν οὕτω λαμβάνειν τὸ χρέος · προστεθῆναι δὲ ἔτι τούτῳ τῷ νόμῳ τόνδε , τὸν διδόντα τὸ χρέος καὶ ἁπάσης κρατέειν τῆς τοῦ λαμβάνοντος θήκης · τῷ δὲ ὑποτιθέντι τοῦτο τὸ ἐνέχυρον τήνδε ἐπεῖναι ζημίην μὴ βουλομένῳ ἀποδοῦναι τὸ χρέος , μήτε αὐτῷ ἐκείνῳ τελευτήσαντι εἶναι ταφῆς κυρῆσαι μήτ’ ἐν ἐκείνῳ τῷ πατρωίῳ τάφῳ μήτ’ ἐν ἄλλῳ μηδενί , μήτε ἄλλον μηδένα τῶν ἑωυτοῦ ἀπογενόμενον θάψαι . Ὑπερβαλέσθαι δὲ βουλόμενον τοῦτον τὸν βασιλέα τοὺς πρότερον ἑωυτοῦ βασιλέας γενομένους Αἰγύπτου μνημόσυνον πυραμίδα λιπέσθαι ἐκ πλίνθων ποιήσαντα , ἐν τῇ γράμματα ἐν λίθῳ ἐγκεκολαμμένα τάδε λέγοντά ἐστι · ʹ Μή με κατονοσθῇς πρὸς τὰς λιθίνας πυραμίδας · προέχω γὰρ αὐτέων τοσοῦτο ὅσον Ζεὺς τῶν ἄλλων θεῶν . Κοντῷ γὰρ ὑποτύπτοντες ἐς λίμνην , τι πρόσσχοιτο τοῦ πηλοῦ τῷ κοντῷ , τοῦτο συλλέγοντες πλίνθους εἴρυσαν καί με τρόπῳ τοιούτῳ ἐξεποίησαν ʹ . Τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι . ʹ