2.135 Ῥοδῶπις δὲ ἐς Αἴγυπτον ἀπίκετο Ξάνθεω τοῦ Σαμίου κομίσαντός μιν , ἀπικομένη δὲ κατ’ ἐργασίην ἐλύθη χρημάτων μεγάλων ὑπὸ ἀνδρὸς Μυτιληναίου Χαράξου τοῦ Σκαμανδρωνύμου παιδός , ἀδελφεοῦ δὲ Σαπφοῦς τῆς μουσοποιοῦ . Οὕτω δὴ Ῥοδῶπις ἐλευθερώθη καὶ κατέμεινέ τε ἐν Αἰγύπτῳ καὶ κάρτα ἐπαφρόδιτος γενομένη μεγάλα ἐκτήσατο χρήματα ὡς ἅλις εἶναι Ῥοδώπι , ἀτὰρ οὐκ ὥς γε ἐς πυραμίδα τοιαύτην ἐξικέσθαι . Τῆς γὰρ τὴν δεκάτην τῶν χρημάτων ἰδέσθαι ἔστι ἔτι καὶ ἐς τόδε παντὶ τῷ βουλομένῳ , οὐδὲν δεῖ μεγάλα οἱ χρήματα ἀναθεῖναι . Ἐπεθύμησε γὰρ Ῥοδῶπις μνημήιον ἑωυτῆς ἐν τῇ Ἑλλάδι καταλιπέσθαι , ποίημα ποιησαμένη τοῦτο τὸ μὴ τυγχάνοι ἄλλῳ ἐξευρημένον καὶ ἀνακείμενον ἐν ἱρῷ , τοῦτο δ’ ἀναθεῖναι ἐς Δελφοὺς μνημόσυνον ἑωυτῆς . Τῆς ὦν δεκάτης τῶν χρημάτων ποιησαμένη ὀβελοὺς βουπόρους πολλοὺς σιδηρέους , ὅσον ἐνεχώρεε δεκάτη οἱ , ἀπέπεμπε ἐς Δελφούς · οἳ καὶ νῦν ἔτι συννενέαται ὄπισθε μὲν τοῦ βωμοῦ τὸν Χῖοι ἀνέθεσαν , ἀντίον δὲ αὐτοῦ τοῦ νηοῦ . Φιλέουσι δέ κως ἐν τῇ Ναυκράτι ἐπαφρόδιτοι γίνεσθαι αἱ ἑταῖραι . Τοῦτο μὲν γὰρ αὕτη , τῆς πέρι λέγεται ὅδε λόγος , οὕτω δή τι κλεινὴ ἐγένετο ὡς καὶ οἱ πάντες Ἕλληνες Ῥοδώπιος τὸ οὔνομα ἐξέμαθον , τοῦτο δὲ ὕστερον ταύτης ἑτέρη τῇ οὔνομα ἦν Ἀρχιδίκη ἀοίδιμος ἀνὰ τὴν Ἑλλάδα ἐγένετο , ἧσσον δὲ τῆς προτέρης περιλεσχήνευτος . Χάραξος δὲ ὡς λυσάμενος Ῥοδῶπιν ἀπενόστησε ἐς Μυτιλήνην , ἐν μέλεϊ Σαπφὼ πολλὰ κατεκερτόμησέ μιν . Ῥοδώπιος μέν νυν πέρι πέπαυμαι .