2.134 Πυραμίδα δὲ καὶ οὗτος κατελίπετο πολλὸν ἐλάσσω τοῦ πατρός , εἴκοσι ποδῶν καταδέουσαν κῶλον ἕκαστον τριῶν πλέθρων , ἐούσης τετραγώνου , λίθου δὲ ἐς τὸ ἥμισυ αἰθιοπικοῦ . Τὴν δὴ μετεξέτεροί φασι Ἑλλήνων Ῥοδώπιος ἑταίρης γυναικὸς εἶναι , οὐκ ὀρθῶς λέγοντες . Οὐδὲ ὦν οὐδὲ εἰδότες μοι φαίνονται λέγειν οὗτοι ἥτις ἦν Ῥοδῶπις οὐ γὰρ ἄν οἱ πυραμίδα ἀνέθεσαν ποιήσασθαι τοιαύτην , ἐς τὴν ταλάντων χιλιάδες ἀναρίθμητοι ὡς λόγῳ εἰπεῖν ἀναισίμωνται , πρὸς δὲ ὅτι κατὰ Ἄμασιν βασιλεύοντα ἦν ἀκμάζουσα Ῥοδῶπις , ἀλλ’ οὐ κατὰ τοῦτον . Ἔτεσι γὰρ κάρτα πολλοῖσι ὕστερον τούτων τῶν βασιλέων τῶν τὰς πυραμίδας ταύτας λιπομένων ἦν Ῥοδῶπις , γενεὴν μὲν ἀπὸ Θρηίκης , δούλη δὲ ἦν Ἰάδμονος τοῦ Ἡφαιστοπόλιος ἀνδρὸς Σαμίου , σύνδουλος δὲ Αἰσώπου τοῦ λογοποιοῦ . Καὶ γὰρ οὗτος Ἰάδμονος ἐγένετο , ὡς διέδεξε τῇδε οὐκ ἥκιστα · ἐπείτε γὰρ πολλάκις κηρυσσόντων Δελφῶν ἐκ θεοπροπίου ὃς βούλοιτο ποινὴν τῆς Αἰσώπου ψυχῆς ἀνελέσθαι , ἄλλος μὲν οὐδεὶς ἐφάνη , Ἰάδμονος δὲ παιδὸς παῖς ἄλλος Ἰάδμων ἀνείλετο . Οὕτω καὶ Αἴσωπος Ἰάδμονος ἐγένετο .