2.133 Μετὰ δὲ τῆς θυγατρὸς τὸ πάθος δεύτερα τούτῳ τῷ βασιλέϊ τάδε γενέσθαι · ἐλθεῖν οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς μέλλοι ἓξ ἔτεα μοῦνον βιοὺς τῷ ἑβδόμῳ τελευτήσειν . Τὸν δὲ δεινὸν ποιησάμενον πέμψαι ἐς τὸ μαντήιον τῷ θεῷ ὀνείδισμα ἀντιμεμφόμενον ὅτι μὲν αὐτοῦ πατὴρ καὶ πάτρως , ἀποκληίσαντες τὰ ἱρὰ καὶ θεῶν οὐ μεμνημένοι ἀλλὰ καὶ τοὺς ἀνθρώπους φθείροντες , ἐβίωσαν χρόνον ἐπὶ πολλόν , αὐτὸς δ’ εὐσεβὴς ἐὼν μέλλοι ταχέως οὕτω τελευτήσειν . Ἐκ δὲ τοῦ χρηστηρίου αὐτῷ δεύτερα ἐλθεῖν λέγοντα τούτων εἵνεκα καὶ συνταχύνειν αὐτὸν τὸν βίον · οὐ γὰρ ποιῆσαί μιν τὸ χρεὸν ἦν ποιέειν · δεῖν γὰρ Αἴγυπτον κακοῦσθαι ἐπ’ ἔτεα πεντήκοντά τε καὶ ἑκατόν , καὶ τοὺς μὲν δύο τοὺς πρὸ ἐκείνου γενομένους βασιλέας μαθεῖν τοῦτο , κεῖνον δὲ οὔ . Ταῦτα ἀκούσαντα τὸν Μυκερῖνον , ὡς κατακεκριμένων ἤδη οἱ τούτων , λύχνα ποιησάμενον πολλά , ὅκως γίνοιτο νύξ , ἀνάψαντα αὐτὰ πίνειν τε καὶ εὐπαθέειν , οὔτε ἡμέρης οὔτε νυκτὸς ἀνιέντα , ἔς τε τὰ ἕλεα καὶ τὰ ἄλσεα πλανώμενον καὶ ἵνα πυνθάνοιτο εἶναι ἐνηβητήρια ἐπιτηδεότατα . Ταῦτα δὲ ἐμηχανᾶτο θέλων τὸ μαντήιον ψευδόμενον ἀποδέξαι , ἵνα οἱ δυώδεκα ἔτεα ἀντὶ ἓξ ἐτέων γένηται , αἱ νύκτες ἡμέραι ποιεύμεναι .