2.132 δὲ βοῦς τὰ μὲν ἄλλα κατακέκρυπται φοινικέῳ εἵματι , τὸν αὐχένα δὲ καὶ τὴν κεφαλὴν φαίνει κεχρυσωμένα παχέϊ κάρτα χρυσῷ · μεταξὺ δὲ τῶν κερέων τοῦ ἡλίου κύκλος μεμιμημένος ἔπεστι χρύσεος . Ἔστι δὲ βοῦς οὐκ ὀρθὴ ἀλλ’ ἐν γούνασι κειμένη , μέγαθος δὲ ὅση περ μεγάλη βοῦς ζωή . Ἐκφέρεται δὲ ἐκ τοῦ οἰκήματος ἀνὰ πάντα ἔτεα , ἐπεὰν τύπτωνται οἱ Αἰγύπτιοι τὸν οὐκ ὀνομαζόμενον θεὸν ὑπ’ ἐμέο ἐπὶ τοιούτῳ πρήγματι · τότε ὦν καὶ τὴν βοῦν ἐκφέρουσι ἐς τὸ φῶς · φασὶ γὰρ δὴ αὐτὴν δεηθῆναι τοῦ πατρὸς Μυκερίνου ἀποθνῄσκουσαν ἐν τῷ ἐνιαυτῷ ἅπαξ μιν τὸν ἥλιον κατιδεῖν .