2.130 Αὕτη ὦν βοῦς γῇ οὐκ ἐκρύφθη , ἀλλ’ ἔτι καὶ ἐς ἐμὲ ἦν φανερή , ἐν Σάϊ μὲν πόλι ἐοῦσα , κειμένη δὲ ἐν τοῖσι βασιληίοισι ἐν οἰκήματι ἠσκημένῳ · θυμιήματα δὲ παρ’ αὐτῇ παντοῖα καταγίζουσι ἀνὰ πᾶσαν ἡμέρην , νύκτα δὲ ἑκάστην πάννυχος λύχνος παρακαίεται . Ἀγχοῦ δὲ τῆς βοὸς ταύτης ἐν ἄλλῳ οἰκήματι εἰκόνες τῶν παλλακέων τῶν Μυκερίνου ἑστᾶσι , ὡς ἔλεγον οἱ ἐν Σάϊ πόλι ἱρέες · ἑστᾶσι μὲν γὰρ ξύλινοι κολοσσοί , ἐοῦσαι ἀριθμὸν ὡς εἴκοσι μάλιστά κῃ , γυμναὶ ἐργασμέναι · αἵτινες μέντοι εἰσί , οὐκ ἔχω εἰπεῖν πλὴν τὰ λεγόμενα .
2.131 Οἱ δέ τινες λέγουσι περὶ τῆς βοὸς ταύτης καὶ τῶν κολοσσῶν τόνδε τὸν λόγον , ὡς Μυκερῖνος ἠράσθη τῆς ἑωυτοῦ θυγατρὸς καὶ ἔπειτα ἐμίγη οἱ ἀεκούσῃ · μετὰ δὲ λέγουσι ὡς παῖς ἀπήγξατο ὑπὸ ἄχεος , δέ μιν ἔθαψε ἐν τῇ βοῒ ταύτῃ , δὲ μήτηρ αὐτῆς τῶν ἀμφιπόλων τῶν προδουσέων τὴν θυγατέρα τῷ πατρὶ ἀπέταμε τὰς χεῖρας , καὶ νῦν τὰς εἰκόνας αὐτέων εἶναι πεπονθυίας τά περ αἱ ζωαὶ ἔπαθον . Ταῦτα δὲ λέγουσι φλυηρέοντες , ὡς ἐγὼ δοκέω , τά τε ἄλλα καὶ δὴ καὶ τὰ περὶ τὰς χεῖρας τῶν κολοσσῶν · ταύτας γὰρ ὦν καὶ ἡμεῖς ὡρῶμεν ὅτι ὑπὸ χρόνου τὰς χεῖρας ἀποβεβλήκασι , αἳ ἐν ποσὶ αὐτέων ἐφαίνοντο ἐοῦσαι ἔτι καὶ ἐς ἐμέ .