2.125 Ἐποιήθη δὲ ὧδε αὕτη πυραμίς · ἀναβαθμῶν τρόπον , τὰς μετεξέτεροι κρόσσας , οἱ δὲ βωμίδας ὀνομάζουσι · τοιαύτην τὸ πρῶτον ἐπείτε ἐποίησαν αὐτήν , ἤειρον τοὺς ἐπιλοίπους λίθους μηχανῇσι ξύλων βραχέων πεποιημένῃσι , χαμᾶθεν μὲν ἐπὶ τὸν πρῶτον στοῖχον τῶν ἀναβαθμῶν ἀείροντες · ὅκως δὲ ἀνίοι λίθος ἐπ’ αὐτόν , ἐς ἑτέρην μηχανὴν ἐτίθετο ἑστεῶσαν ἐπὶ τοῦ πρώτου στοίχου , ἀπὸ τούτου δὲ ἐπὶ τὸν δεύτερον εἵλκετο στοῖχον ἐπ’ ἄλλης μηχανῆς . Ὅσοι γὰρ δὴ στοῖχοι ἦσαν τῶν ἀναβαθμῶν , τοσαῦται καὶ μηχαναὶ ἦσαν , εἴτε καὶ τὴν αὐτὴν μηχανὴν ἐοῦσαν μίαν τε καὶ εὐβάστακτον μετεφόρεον ἐπὶ στοῖχον ἕκαστον , ὅκως τὸν λίθον ἐξέλοιεν · λελέχθω γὰρ ἡμῖν ἐπ’ ἀμφότερα , κατά περ λέγεται . Ἐξεποιήθη δ’ ὦν τὰ ἀνώτατα αὐτῆς πρῶτα , μετὰ δὲ τὰ ἐχόμενα τούτων ἐξεποίευν , τελευταῖα δὲ αὐτῆς τὰ ἐπίγαια καὶ τὰ κατωτάτω ἐξεποίησαν . Σεσήμανται δὲ διὰ γραμμάτων αἰγυπτίων ἐν τῇ πυραμίδι ὅσα ἔς τε συρμαίην καὶ κρόμμυα καὶ σκόροδα ἀναισιμώθη τοῖσι ἐργαζομένοισι · καὶ ὡς ἐμὲ εὖ μεμνῆσθαι τὰ ἑρμηνεύς μοι ἐπιλεγόμενος τὰ γράμματα ἔφη , ἑξακόσια καὶ χίλια τάλαντα ἀργυρίου τετελέσθαι . Εἰ δ’ ἔστι οὕτως ἔχοντα ταῦτα , κόσα οἰκὸς ἄλλα δεδαπανῆσθαί ἐστι ἔς τε σίδηρον τῷ ἐργάζοντο καὶ σιτία καὶ ἐσθῆτα τοῖσι ἐργαζομένοισι , ὁκότε χρόνον μὲν οἰκοδόμεον τὰ ἔργα τὸν εἰρημένον , ἄλλον δέ , ὡς ἐγὼ δοκέω , ἐν τῷ τοὺς λίθους ἔταμνον καὶ ἦγον καὶ τὸ ὑπὸ γῆν ὄρυγμα ἐργάζοντο , οὐκ ὀλίγον χρόνον ;