2.124 Μέχρι μέν νυν Ῥαμψινίτου βασιλέος εἶναι ἐν Αἰγύπτῳ πᾶσαν εὐνομίην ἔλεγον καὶ εὐθενέειν Αἴγυπτον μεγάλως , μετὰ δὲ τοῦτον βασιλεύσαντά σφεων Χέοπα ἐς πᾶσαν κακότητα ἐλάσαι . Κατακληίσαντα γάρ μιν πάντα τὰ ἱρὰ πρῶτα μέν σφεας θυσιέων ἀπέρξαι · μετὰ δὲ ἐργάζεσθαι ἑωυτῷ κελεύειν πάντας Αἰγυπτίους . Τοῖσι μὲν δὴ ἀποδεδέχθαι ἐκ τῶν λιθοτομιέων τῶν ἐν τῷ Ἀραβίῳ ὄρεϊ , ἐκ τουτέων ἕλκειν λίθους μέχρι τοῦ Νείλου · διαπεραιωθέντας δὲ τὸν ποταμὸν πλοίοισι τοὺς λίθους ἑτέροισι ἔταξε ἐκδέκεσθαι καὶ πρὸς τὸ Λιβυκὸν καλεόμενον ὄρος , πρὸς τοῦτο ἕλκειν . Ἐργάζοντο δὲ κατὰ δέκα μυριάδας ἀνθρώπων αἰεὶ τὴν τρίμηνον ἑκάστην . Χρόνον δὲ ἐγγενέσθαι τριβομένῳ τῷ λεῷ δέκα ἔτεα μὲν τῆς ὁδοῦ κατ’ ἣν εἷλκον τοὺς λίθους , τὴν ἔδειμαν ἔργον ἐὸν οὐ πολλῷ τεῳ ἔλασσον τῆς πυραμίδος , ὡς ἐμοὶ δοκέειν τῆς γὰρ μῆκος μέν εἰσι πέντε στάδιοι , εὖρος δὲ δέκα ὀργυιαί , ὕψος δέ , τῇ ὑψηλοτάτη ἐστὶ αὐτὴ ἑωυτῆς , ὀκτὼ ὀργυιαί , λίθου τε ξεστοῦ καὶ ζῴων ἐγγεγλυμμένων . Ταύτης τε δὴ τὰ δέκα ἔτεα γενέσθαι καὶ τῶν ἐπὶ τοῦ λόφου ἐπ’ οὗ ἑστᾶσι αἱ πυραμίδες τῶν ὑπὸ γῆν οἰκημάτων , τὰς ἐποιέετο θήκας ἑωυτῷ ἐν νήσῳ , διώρυχα ἐκ τοῦ Νείλου ἐσαγαγών . Τῇ δὲ πυραμίδι αὐτῇ χρόνον γενέσθαι εἴκοσι ἔτεα ποιευμένῃ , τῆς ἐστι πανταχῇ μέτωπον ἕκαστον ὀκτὼ πλέθρα ἐούσης τετραγώνου καὶ ὕψος ἴσον , λίθου δὲ ξεστοῦ τε καὶ ἁρμοσμένου τὰ μάλιστα · οὐδεὶς τῶν λίθων τριήκοντα ποδῶν ἐλάσσων .