2.126 Ἐς τοῦτο δὲ ἐλθεῖν Χέοπα κακότητος ὥστε χρημάτων δεόμενον τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαντα ἐπ’ οἰκήματος προστάξαι πρήσσεσθαι ἀργύριον ὁκόσον δή τι · οὐ γὰρ δὴ τοῦτό γε ἔλεγον . Τὴν δὲ τά τε ὑπὸ τοῦ πατρὸς ταχθέντα πρήσσεσθαι , ἰδίῃ δὲ καὶ αὐτὴν διανοηθῆναι μνημήιον καταλιπέσθαι , καὶ τοῦ ἐσιόντος πρὸς αὐτὴν ἑκάστου δέεσθαι ὅκως ἂν αὐτῇ ἕνα λίθον ἐν τοῖσι ἔργοισι δωρέοιτο · ἐκ τούτων δὲ τῶν λίθων ἔφασαν τὴν πυραμίδα οἰκοδομηθῆναι τὴν ἐν μέσῳ τῶν τριῶν ἑστηκυῖαν , ἔμπροσθε τῆς μεγάλης πυραμίδος , τῆς ἐστι τὸ κῶλον ἕκαστον ὅλου καὶ ἡμίσεος πλέθρου .
2.127 Βασιλεῦσαι δὲ τὸν Χέοπα τοῦτον Αἰγύπτιοι ἔλεγον πεντήκοντα ἔτεα , τελευτήσαντος δὲ τούτου ἐκδέξασθαι τὴν βασιληίην τὸν ἀδελφεὸν αὐτοῦ Χεφρῆνα . Καὶ τοῦτον δὲ τῷ αὐτῷ τρόπῳ διαχρᾶσθαι τῷ ἑτέρῳ τά τε ἄλλα καὶ πυραμίδα ποιῆσαι , ἐς μὲν τὰ ἐκείνου μέτρα οὐκ ἀνήκουσαν ταῦτα γὰρ ὦν καὶ ἡμεῖς ἐμετρήσαμεν . . . · οὔτε γὰρ ὕπεστι οἰκήματα ὑπὸ γῆν , οὔτε ἐκ τοῦ Νείλου διῶρυξ ἥκει ἐς αὐτὴν ὥσπερ ἐς τὴν ἑτέρην ῥέουσα δι’ οἰκοδομημένου δὲ αὐλῶνος ἔσω νῆσον περιρρέει , ἐν τῇ αὐτὸν λέγουσι κεῖσθαι Χέοπα . Ὑποδείμας δὲ τὸν πρῶτον δόμον λίθου αἰθιοπικοῦ ποικίλου , τεσσεράκοντα πόδας ὑποβὰς τῆς ἑτέρης τὸ μέγαθος ἐχομένην τῆς μεγάλης οἰκοδόμησε · ἑστᾶσι δὲ ἐπὶ λόφου τοῦ αὐτοῦ ἀμφότεραι , μάλιστα ἐς ἑκατὸν πόδας ὑψηλοῦ . Βασιλεῦσαι δὲ ἔλεγον Χεφρῆνα ἓξ καὶ πεντήκοντα ἔτεα .